forked from cltk/grc_text_tesserae
-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathapollodorus.epitome.tess
177 lines (177 loc) · 121 KB
/
apollodorus.epitome.tess
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
<apollod. epit. Epitome.E.1.1> τρίτην ἔκτεινεν ἐν Κρομμυῶνι σῦν τὴν καλουμένην Φαιὰν ἀπὸ τῆς θρεψάσης γραὸς αὐτήν: ταύτην τινὲς ̓Εχίδνης καὶ Τυφῶνος λέγουσι.
<apollod. epit. Epitome.E.1.2> τέταρτον ἔκτεινε Σκείρωνα τὸν Κορίνθιον τοῦ Πέλοπος, ὡς δὲ ἔνιοι Ποσειδῶνος. οὗτος ἐν τῇ Μεγαρικῇ κατέχων τὰς ἀφ' ἑαυτοῦ κληθείσας πέτρας Σκειρωνίδας, ἠνάγκαζε τοὺς παριόντας νίζειν αὐτοῦ τοὺς πόδας, καὶ νίζοντας εἰς τὸν βυθὸν αὐτοὺς ἔρριπτε βορὰν ὑπερμεγέθει χελώνῃ.
<apollod. epit. Epitome.E.1.3> Θησεὺς δὲ ἁρπάσας αὐτὸν τῶν ποδῶν ἔρριψεν εἰς τὴν θάλασσαν. πέμπτον ἔκτεινεν ἐν ̓Ελευσῖνι Κερκυόνα τὸν Βράγχου καὶ ̓Αργιόπης νύμφης. οὗτος ἠνάγκαζε τοὺς παριόντας παλαίειν καὶ παλαίων ἀνῄρει: Θησεὺς δὲ αὐτὸν μετέωρον ἀράμενος ἔρραξεν εἰς γῆν.
<apollod. epit. Epitome.E.1.4> ἕκτον ἀπέκτεινε Δαμάστην, ὃν ἔνιοι Πολυπήμονα λέγουσιν. οὗτος τὴν οἴκησιν ἔχων παρ' ὁδὸν ἐστόρεσε δύο κλίνας, μίαν μὲν μικράν, ἑτέραν δὲ μεγάλην, καὶ τοὺς παριόντας ἐπὶ ξένια καλῶν τοὺς μὲν βραχεῖς ἐπὶ τῆς μεγάλης κατακλίνων σφύραις ἔτυπτεν, ἵν' ἐξισωθῶσι τῇ κλίνῃ, τοὺς δὲ μεγάλους ἐπὶ τῆς μικρᾶς, καὶ τὰ ὑπερέχοντα τοῦ σώματος ἀπέπριζε. καθάρας οὖν Θησεὺς τὴν ὁδὸν ἧκεν εἰς ̓Αθήνας.
<apollod. epit. Epitome.E.1.5> Μήδεια δὲ Αἰγεῖ τότε συνοικοῦσα ἐπεβούλευσεν αὐτῷ, καὶ πείθει τὸν Αἰγέα φυλάττεσθαι ὡς ἐπίβουλον αὐτῷ. Αἰγεὺς δὲ τὸν ἴδιον ἀγνοῶν παῖδα, δείσας ἔπεμψεν ἐπὶ τὸν Μαραθώνιον ταῦρον.
<apollod. epit. Epitome.E.1.6> ὡς δὲ ἀνεῖλεν αὐτόν, παρὰ Μηδείας λαβὼν αὐθήμερον προσήνεγκεν αὐτῷ φάρμακον. ὁ δὲ μέλλοντος αὐτῷ τοῦ ποτοῦ προσφέρεσθαι ἐδωρήσατο τῷ πατρὶ τὸ ξίφος, ὅπερ ἐπιγνοὺς Αἰγεὺς τὴν κύλικα ἐξέρριψε τῶν χειρῶν αὐτοῦ. Θησεὺς δὲ ἀναγνωρισθεὶς τῷ πατρὶ καὶ τὴν ἐπιβουλὴν μαθὼν ἐξέβαλε τὴν Μήδειαν.
<apollod. epit. Epitome.E.1.7> καὶ εἰς τὸν τρίτον δασμὸν τῷ Μινωταύρῳ συγκαταλέγεταιὡς δέ τινες λέγουσιν, ἑκὼν ἑαυτὸν ἔδωκεν. ἐχούσης δὲ τῆς νεὼς μέλαν ἱστίον Αἰγεὺς τῷ παιδὶ ἐνετείλατο, ἐὰν ὑποστρέφῃ ζῶν, λευκοῖς πετάσαι τὴν ναῦν ἱστίοις.
<apollod. epit. Epitome.E.1.8> ὡς δὲ ἧκεν εἰς Κρήτην, ̓Αριάδνη θυγάτηρ Μίνωος ἐρωτικῶς διατεθεῖσα πρὸς αὐτὸν συμπράσσειν ἐπαγγέλλεται,ἐὰν ὁμολογήσῃ γυναῖκα αὐτὴν ἕξειν ἀπαγαγὼν εἰς ̓Αθήνας. ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται Δαιδάλου μηνῦσαι τοῦ λαβυρίνθου τὴν ἔξοδον.
<apollod. epit. Epitome.E.1.9> ὑποθεμένου δὲ ἐκείνου, λίνον εἰσιόντι Θησεῖ δίδωσι: τοῦτο ἐξάψας Θησεὺς τῆς θύρας ἐφελκόμενος εἰσῄει. καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτῳ μέρει τοῦ λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν, ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει. καὶ διὰ νυκτὸς μετὰ ̓Αριάδνης καὶ τῶν παίδων εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς ̓Αριάδνης ἥρπασε, καὶ κομίσας εἰς Λῆμνον ἐμίγη. καὶ γεννᾷ Θόαντα Στάφυλον Οἰνοπίωνα καὶ Πεπάρηθον.
<apollod. epit. Epitome.E.1.10> λυπούμενος δὲ Θησεὺς ἐπ' ̓Αριάδνῃ καταπλέων ἐπελάθετο πετάσαι τὴν ναῦν λευκοῖς ἱστίοις. Αἰγεὺς δὲ ἀπὸ τῆς ἀκροπόλεως τὴν ναῦν ἰδὼν ἔχουσαν μέλαν ἱστίον, Θησέα νομίσας ἀπολλέναι ῥίψας ἑαυτὸν μετήλλαξε.
<apollod. epit. Epitome.E.1.11> Θησεὺς δὲ παρέλαβε τὴν ̓Αθηναίων δυναστείαν, καὶτοὺς μὲν Πάλλαντος παῖδας πεντήκοντα τὸν ἀριθμὸν ἀπέκτεινεν: ὁμοίως δὲ καὶ ὅσοι ἀντᾶραι ἤθελον παρ' αὐτοῦ ἀπεκτάνθησαν, καὶ τὴν ἀρχὴν ἅπασαν ἔσχε μόνος.
<apollod. epit. Epitome.E.1.12> ὅτι Μίνως, αἰσθόμενος τοῦ φεύγειν τοὺς μετὰ Θησέως, Δαίδαλον αἴτιον ἐν τῷ λαβυρίνθῳ μετὰ τοῦ παιδὸς ̓Ικάρου καθεῖρξεν, ὃς ἐγεγέννητο αὐτῷ ἐκ δούλης Μίνωος Ναυκράτης. ὁ δὲ πτερὰ κατασκευάσας ἑαυτῷ καὶ τῷ παιδὶ ἀναπτάντι ἐνετείλατο μήτε εἰς ὕψος πέτεσθαι, μὴ τακείσης τῆς κόλλης ὑπὸ τοῦ ἡλίου αἱ πτέρυγες λυθῶσι, μήτε ἐγγὺς θαλάσσης, ἵνα μὴ τὰ πτερὰ ὑπὸ τῆς νοτίδος λυθῇ.
<apollod. epit. Epitome.E.1.13> ̓́Ικαρος δὲ ἀμελήσας τῶν τοῦ πατρὸς ἐντολῶν ψυχαγωγούμενος ἀεὶ μετέωρος ἐφέρετο: τακείσης δὲ τῆς κόλλης πεσὼν εἰς τὴν ἀπ' ἐκείνου κληθεῖσαν ̓Ικαρίαν θάλασσαν ἀπέθανε. Δαίδαλος δὲ διασώζεται εἰς Κάμικον τῆς Σικελίας.
<apollod. epit. Epitome.E.1.14> Δαίδαλον δὲ ἐδίωκε Μίνως, καὶ καθ' ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον, καὶ πολὺν ἐπηγγέλλετο δώσειν μισθὸν τῷ διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὑρήσειν Δαίδαλον. ἐλθὼν δὲ εἰς Κάμικον τῆς Σικελίας παρὰ Κώκαλον, παρ' ᾧ Δαίδαλος ἐκρύπτετο, δείκνυσι τὸν κοχλίαν. ὁ δὲ λαβὼν ἐπηγγέλλετο διείρειν καὶ Δαιδάλῳ δίδωσιν:
<apollod. epit. Epitome.E.1.15> ὁ δὲ ἐξάψας μύρμηκος λίνον καὶ τρήσας τὸν κοχλίαν εἴασε δι' αὐτοῦ διελθεῖν. λαβὼν δὲ Μίνως τὸ λίνον διειρμένον ᾔσθετο ὄντα παρ' ἐκείνῳ Δαίδαλον, καὶ εὐθέως ἀπῄτει. Κώκαλος δὲ ὑποσχόμενος ἐκδώσειν ἐξένισεν αὐτόν: ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἔκλυτος ἐγένετο: ὡς δὲ ἔνιοί φασι, ζεστῷ καταχυθεὶς ὕδατι μετήλλαξεν.
<apollod. epit. Epitome.E.1.16> συστρατευσάμενος δὲ ἐπὶ ̓Αμαζόνας ̔Ηρακλεῖ ἥρπασεν̓Αντιόπην, ὡς δέ τινες Μελανίππην, Σιμωνίδης δὲ ̔Ιππολύτην. διὸ ἐστράτευσαν ἐπ' ̓Αθήνας ̓Αμαζόνες. καὶ στρατοπεδευσαμένας αὐτὰς περὶ τὸν ̓́Αρειον πάγον Θησεὺς μετὰ ̓Αθηναίων ἐνίκησεν. ἔχων δὲ ἐκ τῆς ̓Αμαζόνος παῖδα ̔Ιππόλυτον,
<apollod. epit. Epitome.E.1.17> λαμβάνει μετὰ ταῦτα παρὰ Δευκαλίωνος Φαίδραν τὴν Μίνωος θυγατέρα,ἧς ἐπιτελουμένων τῶν γάμων ̓Αμαζὼν ἡ προγαμηθεῖσα Θησεῖ τοὺς συγκατακειμένους σὺν ταῖς μεθ' ἑαυτῆς ̓Αμαζόσιν ἐπιστᾶσα σὺν ὅπλοις κτείνειν ἔμελλεν. οἱ δὲ κλείσαντες διὰ τάχους τὰς θύρας ἀπέκτειναν αὐτὴν. τινὲς δὲ μαχομένην αὐτὴν ὑπὸ Θησέως λέγουσιν ἀποθανεῖν.
<apollod. epit. Epitome.E.1.18> Φαίδρα δὲ γεννήσασα Θησεῖ δύο παιδία ̓Ακάμαντα καὶ Δημοφῶντα ἐρᾷ τοῦ ἐκ τῆς ̓Αμαζόνος παιδὸς ἤγουν τοῦ ̔Ιππολύτου καὶ δεῖται συνελθεῖν αὐτῇ. ὁ δὲ μισῶν πάσας γυναῖκας τὴν συνουσίαν ἔφυγεν. ἡ δὲ Φαίδρα, δείσασα μὴ τῷ πατρὶ διαβάλῃ, κατασχίσασα τὰς τοῦ θαλάμου θύρας καὶ τὰς ἐσθῆτας σπαράξασα κατεψεύσατο ̔Ιππολύτου βίαν.
<apollod. epit. Epitome.E.1.19> Θησεὺς δὲ πιστεύσας ηὔξατο Ποσειδῶνι ̔Ιππόλυτον διαφθαρῆναι: ὁ δέ, θέοντος αὐτοῦ ἐπὶ τοῦ ἅρματος καὶ παρὰ τῇ θαλάσσῃ ὀχουμένου, ταῦρον ἀνῆκεν ἐκ τοῦ κλύδωνος. πτοηθέντων δὲ τῶν ἵππων κατηρράχθη τὸ ἅρμα. ἐμπλακεὶς δὲ ταῖς ἡνίαις ̔Ιππόλυτος συρόμενος ἀπέθανε. γενομένου δὲ τοῦ ἔρωτος περιφανοῦς ἑαυτὴν ἀνήρτησε Φαίδρα.
<apollod. epit. Epitome.E.1.20> ὅτι ὁ ̓Ιξίων ̔́Ηρας ἐρασθεὶς ἐπεχείρει βιάζεσθαι, καὶ προσαγγειλάσης τῆς ̔́Ηρας γνῶναι θέλων ὁ Ζεύς, εἰ οὕτως ἔχει τὸ πρᾶγμα, νεφέλην ἐξεικάσας ̔́Ηρᾳ παρέκλινεν αὐτῷ: καὶ καυχώμενον ὡς ̔́Ηρᾳ μιγέντα ἐνέδησε τροχῷ, ὑφ' οὗ φερόμενος διὰ πνευμάτων ἐν αἰθέρι ταύτην τίνει δίκην. νεφέλη δὲ ἐξ ̓Ιξίονος ἐγέννησε Κένταυρον.
<apollod. epit. Epitome.E.1.21> συνεμάχησε δὲ τῷ Πειρίθῳ Θησεύς, ὅτε κατὰ τῶν Κενταύρων συνεστήσατο πόλεμον. Πειρίθους γὰρ ̔Ιπποδάμειαν μνηστευόμενος εἱστία Κενταύρους ὡς συγγενεῖς ὄντας αὐτῇ. ἀσυνήθως δὲ ἔχοντες οἴνου ἀφειδῶς ἐμφορησάμενοι ἐμέθυον, καὶ εἰσαγομένην τὴν νύμφην ἐπεχείρουν βιάζεσθαι: ὁ δὲ Πειρίθους μετὰ Θησέως καθοπλισάμενος μάχην συνῆψε, καὶ πολλοὺς ὁ Θησεὺς αὐτῶν ἀνεῖλεν.
<apollod. epit. Epitome.E.1.22> ὅτι Καινεὺς πρότερον ἦν γυνή, συνελθόντος δὲ αὐτῇ Ποσειδῶνος ᾐτήσατο ἀνὴρ γενέσθαι ἄτρωτος: διὸ καὶ ἐν τῇ πρὸς Κενταύρους μάχῃ τραυμάτων καταφρονῶν πολλοὺς τῶν Κενταύρων ἀπώλεσεν, οἱ δὲ λοιποί, περιστάντες αὐτῷ, ἐλάταις τύπτοντες ἔχωσαν εἰς γῆν.
<apollod. epit. Epitome.E.1.23> ὅτι Θησεύς, Πειρίθῳ συνθέμενος Διὸς θυγατέρας γαμῆσαι, ἑαυτῷ μὲν ἐκ Σπάρτης μετ' ἐκείνου ἥρπασεν ̔Ελένην δωδεκαέτη οὖσαν, Πειρίθῳ δὲ μνηστευόμενος τὸν Περσεφόνης γάμον εἰς ̔́Αιδου κάτεισι. καὶ Διόσκουροι μὲν μετὰ Λακεδαιμονίων καὶ ̓Αρκάδων εἷλον ̓Αθήνας καὶ ἀπάγουσιν ̔Ελένην καὶ μετὰ ταύτης Αἴθραν τὴν Πιτθέως αἰχμάλωτον: Δημοφῶν δὲ καὶ ̓Ακάμας ἔφυγον. κατάγουσι δὲ καὶ Μενεσθέα καὶ τὴν ἀρχὴν τῶν ̓Αθηναίων διδόασι τούτῳ.
<apollod. epit. Epitome.E.1.24> Θησεὺς δὲ μετὰ Πειρίθου παραγενόμενος εἰς ̔́Αιδου ἐξαπατᾶται, καὶ ὃς ὡς ξενίων μεταληψομένους πρῶτον ἐν τῷ τῆς Λήθης εἶπε καθεσθῆναι θρόνῳ, ᾧ προσφυέντες σπείραις δρακόντων κατείχοντο. Πειρίθους μὲν οὖν εἰς ἀίδιον δεθεὶς ἔμεινε, Θησέα δὲ ̔Ηρακλῆς ἀναγαγὼν ἔπεμψεν εἰς ̓Αθήνας. ἐκεῖθεν δὲ ὑπὸ Μενεσθέως ἐξελαθεὶς πρὸς Λυκομήδην ἦλθεν, ὃς αὐτὸν βάλλει κατὰ βαράθρων καὶ ἀποκτείνει.
<apollod. epit. Epitome.E.2.1> ὅτι ὁ Τάνταλος ἐν ̔́Αιδου κολάζεται, πέτρον ἔχων ὕπερθεν ἑαυτοῦ ἐπιφερόμενον, ἐν λίμνῃ τε διατελῶν καὶ περὶ τοὺς ὤμους ἑκατέρωσε δένδρα μετὰ καρπῶν ὁρῶν παρὰ τῇ λίμνῃ πεφυκότα: τὸ μὲν οὖν ὕδωρ ψαύει αὐτοῦ τῶν γενύων, καὶ ὅτε θέλοι σπάσασθαι τούτου ξηραίνεται, τῶν δὲ καρπῶν ὁπότε βούλοιτο μεταλήψεσθαι μετεωρίζονται μέχρι νεφῶν ὑπ' ἀνέμων τὰ δένδρα σὺν τοῖς καρποῖς. κολάζεσθαι δὲ αὐτὸν οὕτως λέγουσί τινες, ὅτι τὰ τῶν θεῶν ἐξελάλησεν ἀνθρώποις μυστήρια, καὶ ὅτι τῆς ἀμβροσίας τοῖς ἡλικιώταις μετεδίδου.
<apollod. epit. Epitome.E.2.2> ὅτι Βροτέας κυνηγὸς ὢν τὴν ̓́Αρτεμιν οὐκ ἐτίμα: ἔλεγε δέ, ὡς οὐδ' ἂν ὑπὸ πυρός τι πάθοι: ἐμμανὴς οὖν γενόμενος ἔβαλεν εἰς πῦρ ἑαυτόν.
<apollod. epit. Epitome.E.2.3> ὅτι Πέλοψ σφαγεὶς ἐν τῷ τῶν θεῶν ἐράνῳ καὶ καθεψηθεὶς ὡραιότερος ἐν τῇ ἀναζωώσει γέγονε, καὶ κάλλει διενεγκὼν Ποσειδῶνος ἐρώμενος γίνεται, ὃς αὐτῷ δίδωσιν ἅρμα ὑπόπτερον: τοῦτο καὶ διὰ θαλάσσης τρέχον τοὺς ἄξονας οὐχ ὑγραίνετο.
<apollod. epit. Epitome.E.2.4> τοῦ δὲ βασιλεύοντος Πίσης Οἰνομάου θυγατέρα ἔχοντος ̔Ιπποδάμειαν, καὶ εἴτε αὐτῆς ἐρῶντος, ὥς τινες λέγουσιν, εἴτε χρησμὸν ἔχοντος τελευτῆσαι ὑπὸ τοῦ γήμαντος αὐτήν, οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα: ὁ μὲν γὰρ πατὴρ οὐκ ἔπειθεν αὑτῷ συνελθεῖν, οἱ δὲ μνηστευόμενοι ἀνῃροῦντο ὑπ' αὐτοῦ.
<apollod. epit. Epitome.E.2.5> ἔχων γὰρ ὅπλα τε καὶ ἵππους παρὰ ̓́Αρεος ἆθλον ἐτίθει τοῖς μνηστῆρσι τὸν γάμον, καὶ τὸν μνηστευόμενον ἔδει ἀναλαβόντα τὴν ̔Ιπποδάμειαν εἰς τὸ οἰκεῖον ἅρμα φεύγειν ἄχρι τοῦ Κορινθίων ἰσθμοῦ, τὸν δὲ Οἰνόμαον εὐθέως διώκειν καθωπλισμένον καὶ καταλαβόντα κτείνειν: τὸν δὲ μὴ καταληφθέντα ἔχειν γυναῖκα τὴν ̔Ιπποδάμειαν. καὶ τοῦτον τὸν τρόπον πολλοὺς μνηστευομένους ἀπέκτεινεν, ὡς δέ τινες λέγουσι δώδεκα: τὰς δὲ κεφαλὰς τῶν μνηστήρων ἐκτεμὼν τῇ οἰκίᾳ προσεπαττάλευε.
<apollod. epit. Epitome.E.2.6> παραγίνεται τοίνυν καὶ Πέλοψ ἐπὶ τὴν μνηστείαν: οὗ τὸ κάλλος ἰδοῦσα ἡ ̔Ιπποδάμεια ἔρωτα ἔσχεν αὐτοῦ, καὶ πείθει Μυρτίλον τὸν ̔Ερμοῦ παῖδα συλλαβέσθαι αὐτῷ: ἦν δὲ Μυρτίλος παρας βάτης εἴτουν ἡνίοχος Οἰνομάου.
<apollod. epit. Epitome.E.2.7> Μυρτίλος οὖν ἐρῶν αὐτῆς καὶ βουλόμενος αὐτῇ χαρίσασθαι, ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους οὐκ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ταῖς ἡνίαις συμπλακέντα συρόμενον ἀποθανεῖν, κατὰ δέ τινας ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος: ὃ ἐν τῷ ἀποθνήσκειν κατηράσατο τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλήν, ἵνα ὑπὸ Πέλοπος ἀπόληται.
<apollod. epit. Epitome.E.2.8> λαβὼν οὖν Πέλοψ τὴν ̔Ιπποδάμειαν καὶ διερχόμενος ἐν τόπῳ τινί, τὸν Μυρτίλον ἔχων μεθ' ἑαυτοῦ, μικρὸν ἀναχωρεῖ κομίσων ὕδωρ διψώσῃ τῇ γυναικί: Μυρτίλος δὲ ἐν τούτῳ βιάζειν αὐτὴν ἐπεχείρει. μαθὼν δὲ τοῦτο παρ' αὐτῆς ὁ Πέλοψ ῥίπτει τὸν Μυρτίλον περὶ Γεραιστὸν ἀκρωτήριον εἰς τὸ ἀπ' ἐκείνου κληθὲν Μυρτῷον πέλαγος: ὁ δὲ ῥιπτούμενος ἀρὰς ἔθετο κατὰ τοῦ Πέλοπος γένους.
<apollod. epit. Epitome.E.2.9> παραγενόμενος δὲ Πέλοψ ἐπ' ὠκεανὸν καὶ ἁγνισθεὶς ὑπὸ ̔Ηφαίστου, ἐπανελθὼν εἰς Πῖσαν τῆς ̓́Ηλιδος τὴν Οἰνομάου βασιλείαν λαμβάνει, χειρωσάμενος τὴν πρότερον ̓Απίαν καὶ Πελασγιῶτιν λεγομένην, ἣν ἀφ' ἑαυτοῦ Πελοπόννησον ἐκάλεσεν.
<apollod. epit. Epitome.E.2.10> ὅτι υἱοὶ Πέλοπος Πιτθεὺς ̓Ατρεὺς Θυέστης καὶ ἕτεροι: γυνὴ δὲ ̓Ατρέως ̓Αερόπη τοῦ Κατρέως, ἥτις ἤρα Θυέστου. ὁ δὲ ̓Ατρεὺς εὐξάμενός ποτε τῶν αὑτοῦ ποιμνίων, ὅπερ ἂν κάλλιστον γένηται, τοῦτο θῦσαι ̓Αρτέμιδι, λέγουσιν ἀρνὸς φανείσης χρυσῆς ὅτι κατημέλησε τῆς εὐχῆς:
<apollod. epit. Epitome.E.2.11> πνίξας δὲ αὐτὴν εἰς λάρνακα κατέθετο κἀκεῖ ἐφύλασσε ταύτην: ἣν ̓Αερόπη δίδωσι τῷ Θυέστῃ μοιχευθεῖσα ὑπ' αὐτοῦ. χρησμοῦ γὰρ γεγονότος τοῖς Μυκηναίοις ἑλέσθαι βασιλέα Πελοπίδην, μετεπέμψαντο ̓Ατρέα καὶ Θυέστην. λόγου δὲ γενομένου περὶ τῆς βασιλείας ἐξεῖπε Θυέστης τῷ πλήθει τὴν βασιλείαν δεῖν ἔχειν τὸν ἔχοντα τὴν ἄρνα τὴν χρυσῆν: συνθεμένου δὲ τοῦ ̓Ατρέως δείξας ἐβασίλευσε.
<apollod. epit. Epitome.E.2.12> Ζεὺς δὲ ̔Ερμῆν πέμπει πρὸς ̓Ατρέα καὶ λέγει συνθέσθαι πρὸς Θυέστην περὶ τοῦ βασιλεῦσαι ̓Ατρέα, εἰ τὴν ἐναντίαν ὁδεύσει ὁ ̔́Ηλιος: Θυέστου δὲ συνθεμένου τὴν δύσιν εἰς ἀνατολὰς ὁ ̔́Ηλιος ἐποιήσατο: ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαίμονος τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν ̓Ατρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν.
<apollod. epit. Epitome.E.2.13> αἰσθόμενος δὲ τῆς μοιχείας ὕστερον κήρυκα πέμψας ἐπὶ διαλλαγὰς αὐτὸν ἐκάλει: καὶ ψευσάμενος εἶναι φίλος, παραγενομένου τοὺς παῖδας, οὓς εἶχεν ἐκ νηίδος νύμφης, ̓Αγλαὸν καὶ Καλλιλέοντα καὶ ̓Ορχομενόν, ἐπὶ τὸν Διὸς βωμὸν καθεσθέντας ἱκέτας ἔσφαξε, καὶ μελίσας καὶ καθεψήσας παρατίθησι Θυέστῃ χωρὶς τῶν ἄκρων, ἐμφορηθέντι δὲ δείκνυσι τὰ ἄκρα καὶ τῆς χώρας αὐτὸν ἐκβάλλει.
<apollod. epit. Epitome.E.2.14> Θυέστης δὲ κατὰ πάντα τρόπον ζητῶν ̓Ατρέα μετελθεῖν ἐχρηστηριάζετο περὶ τούτου καὶ λαμβάνει χρησμόν, ὡς εἰ παῖδα γεννήσει τῇ θυγατρὶ συνελθών. ποιεῖ οὖν οὕτω καὶ γεννᾷ ἐκ τῆς θυγατρὸς Αἴγισθον, ὃς ἀνδρωθεὶς καὶ μαθών, ὅτι Θυέστου παῖς ἐστι, κτείνας ̓Ατρέα Θυέστῃ τὴν βασιλείαν ἀποκατέστησεν.
<apollod. epit. Epitome.E.2.15> τὸν δ' ̓Αγαμέμνονα τροφὸς μετὰ τοῦ Μενελάου ἄγει πρὸς Πολυφείδεα, κρατοῦντα Σικυῶνος,ὃς πάλιν τούτους πέπομφε πρὸς Αἰτωλὸν Οἰνέα. μετ' οὐ πολὺ Τυνδάρεως τούτους κατάγει πάλιν,οἳ τὸν Θυέστην μὲν αὐτὸν ̔́Ηρας βωμῷ φυγόνταὁρκώσαντες διώκουσιν οἰκεῖν τὴν Κυθηρίαν. οἱ δὲ Τυνδάρεω γαμβροὶ γίνονται θυγατράσιν,ὁ ̓Αγαμέμνων μὲν λαβὼν σύνευνον Κλυταιμνήστραν,κτείνας αὐτῆς τὸν σύζυγον Τάνταλον τὸν Θυέστουσὺν τέκνῳ πάνυ νεογνῷ, Μενέλαος ̔Ελένην. τζετζες, ξηιλιαδες, 1.456-465
<apollod. epit. Epitome.E.2.16> ̓Αγαμέμνων δὲ βασιλεύει Μυκηναίων καὶ γαμεῖ Τυνδάρεω θυγατέρα Κλυταιμνήστραν, τὸν πρότερον αὐτῆς ἄνδρα Τάνταλον Θυέστου σὺν τῷ παιδὶ κτείνας, καὶ γίνεται αὐτῷ παῖς μὲν ̓Ορέστης, θυγατέρες δὲ Χρυσόθεμις ̓Ηλέκτρα ̓Ιφιγένεια. Μενέλαος δὲ ̔Ελένην γαμεῖ καὶ βασιλεύει Σπάρτης, Τυνδάρεω τὴν βασιλείαν δόντος αὐτῷ.
<apollod. epit. Epitome.E.3.1> αὖθις δὲ ̔Ελένην ̓Αλέξανδρος ἁρπάζει, ὥς τινες λέγουσι κατὰ βούλησιν Διός, ἵνα Εὐρώπης καὶ ̓Ασίας εἰς πόλεμον ἐλθούσης ἡ θυγάτηρ αὐτοῦ ἔνδοξος γένηται, ἢ καθάπερ εἶπον ἄλλοι ὅπως τὸ τῶν ἡμιθέων γένος ἀρθῇ.
<apollod. epit. Epitome.E.3.2> διὰ δὴ τούτων μίαν αἰτίαν μῆλον περὶ κάλλους ̓́Ερις ἐμβάλλει ̔́Ηρᾳ καὶ ̓Αθηνᾷ καὶ ̓Αφροδίτῃ, καὶ κελεύει Ζεὺς ̔Ερμῆν εἰς ̓́Ιδην πρὸς ̓Αλέξανδρον ἄγειν, ἵνα ὑπ' ἐκείνου διακριθῶσι. αἱ δὲ ἐπαγγέλλονται δῶρα δώσειν ̓Αλεξάνδρῳ, ̔́Ηρα μὲν πασῶν προκριθεῖσα βασιλείαν πάντων, ̓Αθηνᾶ δὲ πολέμου νίκην, ̓Αφροδίτη δὲ γάμον ̔Ελένης. ὁ δὲ ̓Αφροδίτην προκρίνει καὶ πηξαμένου Φερέκλου ναῦς εἰς Σπάρτην ἐκπλέει.
<apollod. epit. Epitome.E.3.3> ἐφ' ἡμέρας δ' ἐννέα ξενισθεὶς παρὰ Μενελάῳ, τῇ δεκάτῃ πορευθέντος εἰς Κρήτην ἐκείνου κηδεῦσαι τὸν μητροπάτορα Κατρέα, πείθει τὴν ̔Ελένην ἀπαγαγεῖν σὺν ἑαυτῷ. ἡ δὲ ἐνναέτη ̔Ερμιόνην καταλιποῦσα, ἐνθεμένη τὰ πλεῖστα τῶν χρημάτων, ἀνάγεται τῆς νυκτὸς σὺν αὐτῷ.
<apollod. epit. Epitome.E.3.4> ̔́Ηρα δὲ αὐτοῖς ἐπιπέμπει χειμῶνα πολύν, ὑφ' οὗ βιασθέντες προσίσχουσι Σιδῶνι. εὐλαβούμενος δὲ ̓Αλέξανδρος μὴ διωχθῇ, πολὺν διέτριψε χρόνον ἐν Φοινίκῃ καὶ Κύπρῳ. ὡς δὲ ἀπήλπισε τὴν δίωξιν, ἧκεν εἰς Τροίαν μετὰ ̔Ελένης.
<apollod. epit. Epitome.E.3.5> ἔνιοι δέ φασιν ̔Ελένην μὲν ὑπὸ ̔Ερμοῦ κατὰ βούλησιν Διὸς κομισθῆναι κλαπεῖσαν εἰς Αἴγυπτον καὶ δοθεῖσαν Πρωτεῖ τῷ βασιλεῖ τῶν Αἰγυπτίων φυλάττειν, ̓Αλέξανδρον δὲ παραγενέσθαι εἰς Τροίαν πεποιημένον ἐκ νεφῶν εἴδωλον ̔Ελένης ἔχοντα.
<apollod. epit. Epitome.E.3.6> Μενέλαος δὲ αἰσθόμενος τὴν ἁρπαγὴν ἧκεν εἰς Μυκήνας πρὸς ̓Αγαμέμνονα, καὶ δεῖται στρατείαν ἐπὶ Τροίαν ἀθροίζειν καὶ στρατολογεῖν τὴν ̔Ελλάδα. ὁ δὲ πέμπων κήρυκα πρὸς ἕκαστον τῶν βασιλέων τῶν ὅρκων ὑπεμίμνησκεν ὧν ὤμοσαν, καὶ περὶ τῆς ἰδίας γυναικὸς ἕκαστον ἀσφαλίζεσθαι παρῄνει, ἴσην λέγων γεγενῆσθαι τὴν τῆς ̔Ελλάδος καταφρόνησιν καὶ κοινήν. ὄντων δὲ πολλῶν προθύμων στρατεύεσθαι, παραγίνονται καὶ πρὸς ̓Οδυσσέα εἰς ̓Ιθάκην.
<apollod. epit. Epitome.E.3.7> ὁ δὲ οὐ βουλόμενος στρατεύεσθαι προσποιεῖται μανίαν. Παλαμήδης δὲ ὁ Ναυπλίου ἤλεγξε τὴν μανίαν ψευδῆ, καὶ προσποιησαμένῳ μεμηνέναι παρηκολούθει: ἁρπάσας δὲ Τηλέμαχον ἐκ τοῦ κόλπου τῆς Πηνελόπης ὡς κτενῶν ἐξιφούλκει. ̓Οδυσσεὺς δὲ περὶ τοῦ παιδὸς εὐλαβηθεὶς ὡμολόγησε τὴν προσποίητον μανίαν καὶ στρατεύεται.
<apollod. epit. Epitome.E.3.8> ὅτι ̓Οδυσσεὺς λαβὼν αἰχμάλωτον Φρύγα ἠνάγκασε γράψαι περὶ προδοσίας ὡς παρὰ Πριάμου πρὸς Παλαμήδην: καὶ χώσας ἐν ταῖς σκηναῖς αὐτοῦ χρυσὸν τὴν δέλτον ἔρριψεν ἐν τῷ στρατοπέδῳ. ̓Αγαμέμνων δὲ ἀναγνοὺς καὶ εὑρὼν τὸν χρυσόν, τοῖς συμμάχοις αὐτὸν ὡς προδότην παρέδωκε καταλεῦσαι.
<apollod. epit. Epitome.E.3.9> ὅτι Μενέλαος σὺν ̓Οδυσσεῖ καὶ Ταλθυβίῳ πρὸς Κινύραν εἰς Κύπρον ἐλθόντες συμμαχεῖν ἔπειθον: ὁ δὲ ̓Αγαμέμνονι μὲν οὐ παρόντι θώρακας ἐδωρήσατο, ὀμόσας δὲ πέμψειν πεντήκοντα ναῦς, μίαν πέμψας, ἧς ἦρχενὁ Μυγδαλίωνος, καὶ τὰς λοιπὰς ἐκ γῆς πλάσας μεθῆκεν εἰς τὸ πέλαγος.
<apollod. epit. Epitome.E.3.10> ὅτι θυγατέρες ̓Ανίου τοῦ ̓Απόλλωνος ̓Ελαὶ̈ς Σπερμὼ Οἰνώ, αἱ Οἰνότροφοι λεγόμεναι: αἷς ἐχαρίσατο Διόνυσος ποιεῖν ἐκ γῆς ἔλαιον σῖτον οἶνον.
<apollod. epit. Epitome.E.3.11> συνηθροίζετο δὲ ὁ στρατὸς ἐν Αὐλίδι. οἱ δὲ στρατεύσαντες ἐπὶ Τροίαν ἦσαν οἵδε. Βοιωτῶν μὲν ἡγεμόνες δέκα: ἦγον ναῦς μ. ̓Ορχομενίων δ: ἦγον ναῦς λ. Φωκέων ἡγεμόνες δ: ἦγον ναῦς μ. Λοκρῶν Αἴας ̓Οιλέως: ἦγε ναῦς μ. Εὐβοέων ̓Ελεφήνωρ Χαλκώδοντος καὶ ̓Αλκυόνης: ἦγε ναῦς μ. ̓Αθηναίων Μενεσθεύς: ἦγε ναῦς ν.
<apollod. epit. Epitome.E.3.12> Σαλαμινίων Αἴας ὁ Τελαμώνιος: ἦγε ναῦς ιβ. ̓Αργείων Διομήδης Τυδέως καὶ οἱ σὺν αὐτῷ: ἦγον ναῦς π. Μυκηναίων ̓Αγαμέμνων ̓Ατρέως καὶ ̓Αερόπης ναῦς ρ. Λακεδαιμονίων Μενέλαος ̓Ατρέως καὶ ̓Αερόπης ξ. Πυλίων Νέστωρ Νηλέως καὶ Χλωρίδος ναῦς μ. ̓Αρκάδων ̓Αγαπήνωρ ναῦς ζ. ̓Ηλείων ̓Αμφίμαχος καὶ οἱ σὺν αὐτῷ ναῦς μ. Δουλιχίων Μέγης Φυλέως ναῦς μ. Κεφαλλήνων ̓Οδυσσεὺς Λαέρτου καὶ ̓Αντικλείας ναῦς ιβ. Αἰτωλῶν Θόας ̓Ανδραίμονος καὶ Γόργης: ἦγε ναῦς μ.
<apollod. epit. Epitome.E.3.13> Κρητῶν ̓Ιδομενεὺς Δευκαλίωνος μ. ̔Ροδίων Τληπόλεμος ̔Ηρακλέους καὶ ̓Αστυόχης ναῦς θ. Συμαίων Νιρεὺς Χαρόπου ναῦς γ. Κώων Φείδιππος καὶ ̓́Αντιφος οἱ Θεσσαλοῦ λ.
<apollod. epit. Epitome.E.3.14> Μυρμιδόνων ̓Αχιλλεὺς Πηλέως καὶ Θέτιδος ν. ἐκ Φυλάκης Πρωτεσίλαος ̓Ιφίκλου μ. Φεραίων Εὔμηλος ̓Αδμήτου ια. ̓Ολιζώνων Φιλοκτήτης Ποίαντος ζ. Αἰνιάνων Γουνεὺς ̓Ωκύτου κβ. Τρικκαίων Ποδαλείριοσλ. ̓Ορμενίων Εὐρύπυλοσναῦς μ. Γυρτωνίων Πολυποίτης Πειρίθου λ. Μαγνήτων Πρόθοος Τενθρήδονος μ. νῆες μὲν οὖν αἱ πᾶσαι ,αιγ, ἡγεμόνες δὲ μγ, ἡγεμόνειαι δὲ λ:
<apollod. epit. Epitome.E.3.15> ὅτι ὄντος ἐν Αὐλίδι τοῦ στρατεύματος, θυσίας γενομένης ̓Απόλλωνι, ὁρμήσας δράκων ἐκ τοῦ βωμοῦ παρὰ τὴν πλησίον πλάτανον, οὔσης ἐν αὐτῇ νεοττιᾶς, τοὺς ἐν αὐτῇ καταναλώσας στρουθοὺς ὀκτὼ σὺν τῇ μητρὶ ἐνάτῃ λίθος ἐγένετο. Κάλχας δὲ εἰπὼν κατὰ Διὸς βούλησιν γεγονέναι αὐτοῖς τὸ σημεῖον τοῦτο, τεκμηράμενος ἐκ τῶν γεγονότων ἔφη δεκαετεῖ χρόνῳ δεῖν Τροίαν ἁλῶναι.
<apollod. epit. Epitome.E.3.16> καὶ πλεῖν παρεσκευάζοντο ἐπὶ Τροίαν. ̓Αγαμέμνων οὖν αὐτὸς ἡγεμὼν τοῦ σύμπαντος στρατοῦ ἦν, ἐναυάρχει δ' ̓Αχιλλεὺς πεντεκαιδεκαέτης τυγχάνων.
<apollod. epit. Epitome.E.3.17> ἀγνοοῦντες δὲ τὸν ἐπὶ Τροίαν πλοῦν Μυσίᾳ προσίσχουσι καὶ ταύτην ἐπόρθουν, Τροίαν νομίζοντες εἶναι. βασιλεύων δὲ Τήλεφος Μυσῶν, ̔Ηρακλέους παῖς, ἰδὼν τὴν χώραν λεηλατουμένην, τοὺς Μυσοὺς καθοπλίσας ἐπὶ τὰς ναῦς συνεδίωκε τοὺς ̔́Ελληνας καὶ πολλοὺς ἀπέκτεινεν, ἐν οἷς καὶ Θέρσανδρον τὸν Πολυνείκους ὑποστάντα. ὁρμήσαντος δὲ ̓Αχιλλέως ἐπ' αὐτὸν οὐ μείνας ἐδιώκετο: καὶ διωκόμενος ἐμπλακεὶς εἰς ἀμπέλου κλῆμα τὸν μηρὸν τιτρώσκεται δόρατι.
<apollod. epit. Epitome.E.3.18> τῆς δὲ Μυσίας ἐξελθόντες ̔́Ελληνες ἀνάγονται, καὶ χειμῶνος ἐπιγενομένου σφοδροῦ διαζευχθέντες ἀλλήλων εἰς τὰς πατρίδας καταντῶσιν. ὑποστρεψάντων οὖν τῶν ̔Ελλήνων τότε λέγεται τὸν πόλεμον εἰκοσαετῆ γενέσθαι: μετὰ γὰρ τὴν ̔Ελένης ἁρπαγὴν ἔτει δευτέρῳ τοὺς ̔́Ελληνας παρασκευασαμένους στρατεύεσθαι, ἀναχωρήσαντας δὲ ἀπὸ Μυσίας εἰς ̔Ελλάδα μετὰ ἔτη ὀκτὼ πάλιν εἰς ̓́Αργος μεταστραφέντας ἐλθεῖν εἰς Αὐλίδα.
<apollod. epit. Epitome.E.3.19> συνελθόντων δὲ αὐτῶν ἐν ̓́Αργει αὖθις μετὰ τὴν ῥηθεῖσαν ὀκταετίαν, ἐν ἀπορίᾳ τοῦ πλοῦ πολλῇ καθεστήκεσαν, καθηγεμόνα μὴ ἔχοντες, ὃς ἦν δυνατὸς δεῖξαι τὴν εἰς Τροίαν.
<apollod. epit. Epitome.E.3.20> Τήλεφος δὲ ἐκ τῆς Μυσίας, ἀνίατον τὸ τραῦμα ἔχων, εἰπόντος αὐτῷ τοῦ ̓Απόλλωνος τότε τεύξεσθαι θεραπείας, ὅταν ὁ τρώσας ἰατρὸς γένηται, τρύχεσιν ἠμφιεσμένος εἰς ̓́Αργος ἀφίκετο, καὶ δεηθεὶς ̓Αχιλλέως καὶ ὑπεσχημένος τὸν εἰς Τροίαν πλοῦν δεῖξαι θεραπεύεται ἀποξύσαντος ̓Αχιλλέως τῆς Πηλιάδος μελίας τὸν ἰόν. θεραπευθεὶς οὖν ἔδειξε τὸν πλοῦν, τὸ τῆς δείξεως ἀσφαλὲς πιστουμένου τοῦ Κάλχαντος διὰ τῆς ἑαυτοῦ μαντικῆς.
<apollod. epit. Epitome.E.3.21> ἀναχθέντων δὲ αὐτῶν ἀπ' ̓́Αργους καὶ παραγενομένων τὸ δεύτερον εἰς Αὐλίδα,τὸν στόλον ἄπλοια κατεῖχε: Κάλχας δὲ ἔφη οὐκ ἄλλως δύνασθαι πλεῖν αὐτούς, εἰ μὴ τῶν ̓Αγαμέμνονος θυγατέρων ἡ κρατιστεύουσα κάλλει σφάγιον ̓Αρτέμιδι παραστῇ, διὰ τὸ μηνίειν τὴν θεὸν τῷ ̓Αγαμέμνονι, ὅτι τε βαλὼν ἔλαφον εἶπεν: οὐδὲ ἡ ̓́Αρτεμις, καὶ ὅτι ̓Ατρεὺς οὐκ ἔθυσεν αὐτῇ τὴν χρυσῆν ἄρνα.
<apollod. epit. Epitome.E.3.22> τοῦ δὲ χρησμοῦ τούτου γενομένου, πέμψας ̓Αγαμέμνων πρὸς Κλυταιμνήστραν ̓Οδυσσέα καὶ Ταλθύβιον ̓Ιφιγένειαν ᾔτει, λέγων ὑπεσχῆσθαι δώσειν αὐτὴν ̓Αχιλλεῖ γυναῖκα μισθὸν τῆς στρατείας. πεμψάσης δὲ ἐκείνης ̓Αγαμέμνων τῷ βωμῷ παραστήσας ἔμελλε σφάζειν,̓́Αρτεμις δὲ αὐτὴν ἁρπάσασα εἰς Ταύρους ἱέρειαν ἑαυτῆς κατέστησεν, ἔλαφον ἀντ' αὐτῆς παραστήσασα τῷ βωμῷ:ὡς δὲ ἔνιοι λέγουσιν, ἀθάνατον αὐτὴν ἐποίησεν.
<apollod. epit. Epitome.E.3.23> οἱ δὲ ἀναχθέντες ἐξ Αὐλίδος προσέσχον Τενέδῳ. ταύτης ἐβασίλευε Τένης ὁ Κύκνου καὶ Προκλείας, ὡς δέ τινες ̓Απόλλωνος: οὗτος ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἐνταῦθα κατῴκει.
<apollod. epit. Epitome.E.3.24> Κύκνος γὰρ ἔχων ἐκ Προκλείας τῆς Λαομέδοντος παῖδα μὲν Τένην, θυγατέρα δὲ ̔Ημιθέαν, ἐπέγημε τὴν Τραγάσου Φιλονόμην: ἥτις Τένου ἐρασθεῖσα καὶ μὴ πείθουσα καταψεύδεται πρὸς Κύκνον αὐτοῦ φθοράν, καὶ τούτου μάρτυρα παρεῖχεν αὐλητὴν Εὔμολπον ὄνομα.
<apollod. epit. Epitome.E.3.25> Κύκνος δὲ πιστεύσας, ἐνθέμενος αὐτὸν μετὰ τῆς ἀδελφῆς εἰς λάρνακα μεθῆκεν εἰς τὸ πέλαγος: προσσχούσης δὲ αὐτῆς Λευκόφρυι νήσῳ ἐκβὰς ὁ Τένης κατῴκησε ταύτην καὶ ἀπ' αὐτοῦ Τένεδον ἐκάλεσε. Κύκνος δὲ ὕστερον ἐπιγνοὺς τὴν ἀλήθειαν τὸν μὲν αὐλητὴν κατέλευσε, τὴν δὲ γυναῖκα ζῶσαν εἰς γῆν κατέχωσε.
<apollod. epit. Epitome.E.3.26> προσπλέοντας οὖν Τενέδῳ τοὺς ̔́Ελληνας ὁρῶν Τένης ἀπεῖργε βάλλων πέτρους, καὶ ὑπὸ ̓Αχιλλέως ξίφει πληγεὶς κατὰ τὸ στῆθος θνήσκει, καίτοι Θέτιδος προειπούσης ̓Αχιλλεῖ μὴ κτεῖναι Τένην: τεθνήξεσθαι γὰρ ὑπὸ ̓Απόλλωνος αὐτόν, ἐὰν κτείνῃ Τένην.
<apollod. epit. Epitome.E.3.27> τελούντων δὲ αὐτῶν ̓Απόλλωνι θυσίαν, ἐκ τοῦ βωμοῦ προσελθὼν ὕδρος δάκνει Φιλοκτήτην: ἀθεραπεύτου δὲ τοῦ ἕλκους καὶ δυσώδους γενομένου τῆς τε ὀδμῆς οὐκ ἀνεχομένου τοῦ στρατοῦ, ̓Οδυσσεὺς αὐτὸν εἰς Λῆμνον μεθ' ὧν εἶχε τόξων ̔Ηρακλείων ἐκτίθησι κελεύσαντος ̓Αγαμέμνονος. ὁ δὲ ἐκεῖ τὰ πτηνὰ τοξεύων ἐπὶ τῆς ἐρημίας τροφὴν εἶχεν.
<apollod. epit. Epitome.E.3.28> ἀναχθέντες δὲ ἀπὸ τῆς Τενέδου προσέπλεον Τροίᾳ, καὶ πέμπουσιν ̓Οδυσσέα καὶ Μενέλαον τὴν ̔Ελένην καὶ τὰ χρήματα ἀπαιτοῦντας. συναθροισθείσης δὲ παρὰ τοῖς Τρωσὶν ἐκκλησίας, οὐ μόνον τὴν ̔Ελένην οὐκ ἀπεδίδουν ἀλλὰ καὶ τούτους κτείνειν ἤθελον.
<apollod. epit. Epitome.E.3.29> ἀλλὰ τοὺς μὲν ἔσωσεν ̓Αντήνωρ, οἱ δὲ ̔́Ελληνες, ἀχθόμενοι ἐπὶ τῇ τῶν βαρβάρων καταφρονήσει, ἀναλαβόντες τὴν πανοπλίαν ἔπλεον ἐπ' αὐτούς. ̓Αχιλλεῖ δὲ ἐπιστέλλει Θέτις πρῶτον μὴ ἀποβῆναι τῶν νεῶν: τὸν γὰρ ἀποβάντα πρῶτον πρῶτον μέλλειν τελευτήσειν. πυθόμενοι δὲ οἱ βάρβαροι τὸν στόλον ἐπιπλεῖν, σὺν ὅπλοις ἐπὶ τὴν θάλασσαν ὥρμησαν καὶ βάλλοντες πέτροις ἀποβῆναι ἐκώλυον.
<apollod. epit. Epitome.E.3.30> τῶν δὲ ̔Ελλήνων πρῶτος ἀπέβη τῆς νεὼς Πρωτεσίλαος, καὶ κτείνας οὐκ ὀλίγους τῶν βαρβάρων ὑφ' ̔́Εκτορος θνήσκει. τούτου ἡ γυνὴ Λαοδάμεια καὶ μετὰ θάνατον ἤρα, καὶ ποιήσασα εἴδωλον Πρωτεσιλάῳ παραπλήσιον τούτῳ προσωμίλει. ̔Ερμῆς δὲ ἐλεησάντων θεῶν ἀνήγαγε Πρωτεσίλαον ἐξ ̔́Αιδου. Λαοδάμεια δὲ ἰδοῦσα καὶ νομίσασα αὐτὸν ἐκ Τροίας παρεῖναι τότε μὲν ἐχάρη, πάλιν δὲ ἐπαναχθέντος εἰς ̔́Αιδου ἑαυτὴν ἐφόνευσεν.
<apollod. epit. Epitome.E.3.31> Πρωτεσιλάου δὲ τελευτήσαντος, ἐκβαίνει μετὰ Μυρμιδόνων ̓Αχιλλεὺς καὶ λίθον βαλὼν εἰς τὴν κεφαλὴν Κύκνου κτείνει. ὡς δὲ τοῦτον νεκρὸν εἶδον οἱ βάρβαροι, φεύγουσιν εἰς τὴν πόλιν, οἱ δὲ ̔́Ελληνες ἐκπηδήσαντες τῶν νεῶν ἐνέπλησαν σωμάτων τὸ πεδίον. καὶ κατακλείσαντες τοὺς Τρῶας ἐπολιόρκουν:
<apollod. epit. Epitome.E.3.32> ἀνέλκουσι δὲ τὰς ναῦς. μὴ θαρρούντων δὲ τῶν βαρβάρων, ̓Αχιλλεὺς ἐνεδρεύσας Τρωίλον ἐν τῷ τοῦ Θυμβραίου ̓Απόλλωνος ἱερῷ φονεύει, καὶ νυκτὸς ἐλθὼν ἐπὶ τὴν πόλιν Λυκάονα λαμβάνει. παραλαβὼν δὲ ̓Αχιλλεύς τινας τῶν ἀριστέων τὴν χώραν ἐπόρθει, καὶ παραγίνεται εἰς ̓́Ιδην ἐπὶ τὰς Αἰνείου τοῦ Πριάμου βόας. φυγόντος δὲ αὐτοῦ, τοὺς βουκόλους κτείνας καὶ Μήστορα τὸν Πριάμου τὰς βόας ἐλαύνει.
<apollod. epit. Epitome.E.3.33> αἱρεῖ δὲ καὶ Λέσβον καὶ Φώκαιαν, εἶτα Κολοφῶνα καὶ Σμύρναν καὶ Κλαζομενὰς καὶ Κύμην, μεθ' ἃς Αἰγιαλὸν καὶ Τῆνον, τὰς ἑκατὸν καλουμένας πόλεις: εἶτα ἑξῆς ̓Αδραμύτιον καὶ Σίδην, εἶτα ̓́Ενδιον καὶ Λιναῖον καὶ Κολώνην. αἱρεῖ δὲ καὶ Θήβας τὰς ̔Υποπλακίας καὶ Λυρνησσόν, ἔτι δὲ καὶ ̓́Αντανδρον καὶ ἄλλας πολλάς.
<apollod. epit. Epitome.E.3.34> ἐνναετοῦς δὲ χρόνου διελθόντος παραγίνονται τοῖς Τρωσὶ σύμμαχοι: ἐκ τῶν περιοίκων πόλεων Αἰνείας ̓Αγχίσου καὶ σὺν αὐτῷ ̓Αρχέλοχος καὶ ̓Ακάμας ̓Αντήνορος καὶ Θεανοῦς, Δαρδανίων ἡγούμενοι, Θρᾳκῶν ̓Ακάμας Εὐσώρου, Κικόνων Εὔφημος Τροιζήνου, Παιόνων Πυραίχμης, Παφλαγόνων Πυλαιμένης Βιλσάτου,
<apollod. epit. Epitome.E.3.35> ἐκ Ζελίας Πάνδαρος Λυκάονος, ἐξ ̓Αδραστείας ̓́Αδραστος καὶ ̓́Αμφιος Μέροπος, ἐκ δ' ̓Αρίσβης ̓́Ασιος ̔Υρτάκου, ἐκ Λαρίσσης ̔Ιππόθοος Πελασγοῦ, ἐκ Μυσίας Χρόμιος καὶ ̓́Εννομος ̓Αρσινόου, ̓Αλιζώνων ̓Οδίος καὶ ̓Επίστροφος Μηκιστέως, Φρυγῶν Φόρκυς καὶ ̓Ασκάνιος ̓Αρετάονος, Μαιόνων Μέσθλης καὶ ̓́Αντιφος Ταλαιμένους, Καρῶν Νάστης καὶ ̓Αμφίμαχος Νομίονος, Λυκίων Σαρπηδὼν Διὸς καὶ Γλαῦκος ̔Ιππολόχου.
<apollod. epit. Epitome.E.4.1> ̓Αχιλλεὺς δὲ μηνίων ἐπὶ τὸν πόλεμον οὐκ ἐξῄει διὰ Βρισηίδα τῆς θυγατρὸς Χρύσου τοῦ ἱερέως. διὸ θαρσήσαντες οἱ βάρβαροι ἐκ τῆς πόλεως προῆλθον. καὶ μονομαχεῖ ̓Αλέξανδρος πρὸς Μενέλαον, ̓Αλέξανδρον δὲ ἡττώμενον ἁρπάζει ̓Αφροδίτη. Πάνδαρος δὲ τοξεύσας Μενέλαον τοὺς ὅρκους ἔλυσεν.
<apollod. epit. Epitome.E.4.2> ὅτι Διομήδης ἀριστεύων ̓Αφροδίτην Αἰνείᾳ βοηθοῦσαν τιτρώσκει, καὶ Γλαύκῳ συστάς, ὑπομνησθεὶς πατρῴας φιλίας, ἀλλάσσει τὰ ὅπλα. προκαλουμένου δὲ ̔́Εκτορος τὸν ἄριστον εἰς μονομαχίαν, πολλῶν ἐλθόντων Αἴας κληρωσάμενος ἀριστεύει: νυκτὸς δὲ ἐπιγενομένης κήρυκες διαλύουσιν αὐτούς.
<apollod. epit. Epitome.E.4.3> οἱ δὲ ̔́Ελληνες πρὸς τοῦ ναυστάθμου τεῖχος ποιοῦνται καὶ τάφρον, καὶ γενομένης μάχης ἐν τῷ πεδίῳ οἱ Τρῶες τοὺς ̔́Ελληνας εἰς τὸ τεῖχος διώκουσιν: οἱ δὲ πέμπουσι πρὸς ̓Αχιλλέα πρέσβεις ̓Οδυσσέα καὶ Φοίνικα καὶ Αἴαντα, συμμαχεῖν ἀξιοῦντες καὶ Βρισηίδα καὶ ἄλλα δῶρα ὑπισχνούμενοι.
<apollod. epit. Epitome.E.4.4> νυκτὸς δὲ ἐπιγενομένης κατασκόπους πέμπουσιν ̓Οδυσσέα καὶ Διομήδην: οἱ δὲ ἀναιροῦσι Δόλωνα τὸν Εὐμήλου καὶ ̔Ρῆσον τὸν Θρᾷκα (ὃς πρὸ μιᾶς ἡμέρας παραγενόμενος Τρωσὶ σύμμαχος οὐ συμβαλὼν ἀπωτέρω τῆς Τρωικῆς δυνάμεως χωρὶς ̔́Εκτορος ἐστρατοπέδευσε) τούς τε περὶ αὐτὸν δώδεκα κοιμωμένους κτείνουσι καὶ τοὺς ἵππους ἐπὶ τὰς ναῦς ἄγουσι.
<apollod. epit. Epitome.E.4.5> μεθ' ἡμέραν δὲ ἰσχυρᾶς μάχης γενομένης, τρωθέντων ̓Αγαμέμνονος καὶ Διομήδους ̓Οδυσσέως Εὐρυπύλου Μαχάονος καὶ τροπῆς τῶν ̔Ελλήνων γενομένης, ̔́Εκτωρ ῥήξας τὸ τεῖχος εἰσέρχεται καὶ ἀναχωρήσαντος Αἴαντος πῦρ ἐμβάλλει ταῖς ναυσίν.
<apollod. epit. Epitome.E.4.6> ὡς δὲ εἶδεν ̓Αχιλλεὺς τὴν Πρωτεσιλάου ναῦν καιομένην, ἐκπέμπει Πάτροκλον καθοπλίσας τοῖς ἰδίοις ὅπλοις μετὰ τῶν Μυρμιδόνων, δοὺς αὐτῷ τοὺς ἵππους. ἰδόντες δὲ αὐτὸν οἱ Τρῶες καὶ νομίσαντες ̓Αχιλλέα εἶναι εἰς φυγὴν τρέπονται. καταδιώξας δὲ αὐτοὺς εἰς τὸ τεῖχος πολλοὺς ἀναιρεῖ, ἐν οἷς καὶ Σαρπηδόνα τὸν Διός, καὶ ὑφ' ̔́Εκτορος ἀναιρεῖται, τρωθεὶς πρότερον ὑπὸ Εὐφόρβου.
<apollod. epit. Epitome.E.4.7> μάχης δὲ ἰσχυρᾶς γενομένης περὶ τοῦ νεκροῦ, μόλις Αἴας ἀριστεύσας σώζει τὸ σῶμα. ̓Αχιλλεὺς δὲ τὴν ὀργὴν ἀποθέμενος καὶ τὴν Βρισηίδα κομίζεται. καὶ πανοπλίας αὐτῷ κομισθείσης παρὰ ̔Ηφαίστου, καθοπλισάμενος ἐπὶ τὸν πόλεμον ἐξέρχεται, καὶ συνδιώκει τοὺς Τρῶας ἐπὶ τὸν Σκάμανδρον, κἀκεῖ πολλοὺς μὲν ἄλλους ἀναιρεῖ, κτείνει δὲ καὶ ̓Αστεροπαῖον τὸν Πηλεγόνος τοῦ ̓Αξιοῦ ποταμοῦ: καὶ αὐτῷ λάβρος ὁ ποταμὸς ἐφορμᾷ. καὶ τούτου μὲν ὁ ̔́Ηφαιστος τὰ ῥεῖθρα ἀναξηραίνει πολλῇ φλογὶ διώξας, ὁ δ' ̓Αχιλλεὺς ̔́Εκτορα ἐκ μονομαχίας ἀναιρεῖ καὶ ἐξάψας αὐτοῦ τὰ σφυρὰ ἐκ τοῦ ἅρματος σύρων ἐπὶ τὰς ναῦς παραγίνεται. καὶ θάψας Πάτροκλον ἐπ' αὐτῷ ἀγῶνα τίθησιν, ἐν ᾧ νικᾷ ἵπποις Διομήδης, ̓Επειὸς πυγμῇ, Αἴας καὶ ̓Οδυσσεὺς πάλῃ. μετὰ δὲ τὸν ἀγῶνα παραγενόμενος Πρίαμος πρὸς ̓Αχιλλέα λυτροῦται τὸ ̔́Εκτορος σῶμα καὶ θάπτει.
<apollod. epit. Epitome.E.5.1> ὅτι Πενθεσίλεια, ̓Οτρηρῆς καὶ ̓́Αρεος, ἀκουσίως ̔Ιππολύτην κτείνασα καὶ ὑπὸ Πριάμου καθαρθεῖσα, μάχης γενομένης πολλοὺς κτείνει, ἐν οἷς καὶ Μαχάονα: εἶθ' ὕστερον θνήσκει ὑπὸ ̓Αχιλλέως, ὅστις μετὰ θάνατον ἐρασθεὶς τῆς ̓Αμαζόνος κτείνει Θερσίτην λοιδοροῦντα αὐτόν.
<apollod. epit. Epitome.E.5.2> ἦν δὲ ̔Ιππολύτη ἡ τοῦ ̔Ιππολύτου μήτηρ, ἡ καὶ Γλαύκη καὶ Μελανίππη. αὕτη γάρ, ἐπιτελουμένων τῶν γάμων Φαίδρας, ἐπιστᾶσα σὺν ὅπλοις ἅμα ταῖς μεθ' ἑαυτῆς ̓Αμαζόσιν ἔλεγε κτείνειν τοὺς συνανακειμένους Θησεῖ. μάχης οὖν γενομένης ἀπέθανεν, εἴτε ὑπὸ τῆς συμμάχου Πενθεσιλείας ἀκούσης, εἴτε ὑπὸ Θησέως, εἴτε ὅτι οἱ περὶ Θησέα, τὴν τῶν ̓Αμαζόνων ἑωρακότες ἐπιστασίαν, κλείσαντες διὰ τάχους τὰς θύρας καὶ ταύτην ἀπολαβόντες ἐντὸς ἀπέκτειναν.
<apollod. epit. Epitome.E.5.3> ὅτι Μέμνονα τὸν Τιθωνοῦ καὶ ̓Ηοῦς μετὰ πολλῆς Αἰθιόπων δυνάμεως παραγενόμενον ἐν Τροίᾳ καθ' ̔Ελλήνων καὶ πολλοὺς τῶν ̔Ελλήνων κτείναντα καὶ ̓Αντίλοχον κτείνει ὁ ̓Αχιλλεύς. διώξας δὲ καὶ τοὺς Τρῶας πρὸς ταῖς Σκαιαῖς πύλαις τοξεύεται ὑπὸ ̓Αλεξάνδρου καὶ ̓Απόλλωνος εἰς τὸ σφυρόν.
<apollod. epit. Epitome.E.5.4> γενομένης δὲ μάχης περὶ τοῦ νεκροῦ, Αἴας Γλαῦκον ἀναιρεῖ, καὶ τὰ ὅπλα δίδωσιν ἐπὶ τὰς ναῦς κομίζειν, τὸ δὲ σῶμα βαστάσας Αἴας βαλλόμενος βέλεσι μέσον τῶν πολεμίων διήνεγκεν, ̓Οδυσσέως πρὸς τοὺς ἐπιφερομένους μαχομένου.
<apollod. epit. Epitome.E.5.5> ̓Αχιλλέως δὲ ἀποθανόντος συμφορᾶς ἐπληρώθη τὸ στράτευμα. θάπτουσι δὲ αὐτὸν ἐν Λευκῇ νήσῳ μετὰ Πατρόκλου, τὰ ἑκατέρων ὀστᾶ συμμίξαντες. λέγεται δὲ μετὰ θάνατον ̓Αχιλλεὺς ἐν Μακάρων νήσοις Μηδείᾳ συνοικεῖν. τιθέασι δὲ ἐπ' αὐτῷ ἀγῶνα, ἐν ᾧ νικᾷ Εὔμηλος ἵπποις, Διομήδης σταδίῳ, Αἴας δίσκῳ, Τεῦκρος τόξῳ.
<apollod. epit. Epitome.E.5.6> ἡ δὲ πανοπλία αὐτοῦ τῷ ἀρίστῳ νικητήριον τίθεται, καὶ καταβαίνουσιν εἰς ἅμιλλαν Αἴας καὶ ̓Οδυσσεύς. καὶ κρινάντων τῶν Τρώων, ὡς δέ τινες τῶν συμμάχων,̓Οδυσσεὺς προκρίνεται. Αἴας δὲ ὑπὸ λύπης ταραχθεὶς ἐπιβουλεύεται νύκτωρ τῷ στρατεύματι, καὶ αὐτῷ μανίαν ἐμβαλοῦσα ̓Αθηνᾶ εἰς τὰ βοσκήματα ἐκτρέπει ξιφήρη: ὁ δὲ ἐκμανεὶς σὺν τοῖς νέμουσι τὰ βοσκήματα ὡς ̓Αχαιοὺς φονεύει.
<apollod. epit. Epitome.E.5.7> ὕστερον δὲ σωφρονήσας κτείνει καὶ ἑαυτόν. ̓Αγαμέμνων δὲ κωλύει τὸ σῶμα αὐτοῦ καῆναι, καὶ μόνος οὗτος τῶν ἐν ̓Ιλίῳ ἀποθανόντων ἐν σορῷ κεῖται: ὁ δὲ τάφος ἐστὶν ἐν ̔Ροιτείῳ.
<apollod. epit. Epitome.E.5.8> ἤδη δὲ ὄντος τοῦ πολέμου δεκαετοῦς ἀθυμοῦσι τοῖς ̔́ΕλλησιΚάλχας θεσπίζει, οὐκ ἄλλως ἁλῶναι δύνασθαι Τροίαν, ἂν μὴ τὰ ̔Ηρακλέους ἔχωσι τόξα συμμαχοῦντα. τοῦτο ἀκούσας ̓Οδυσσεὺς μετὰ Διομήδους εἰς Λῆμνον ἀφικνεῖται πρὸς Φιλοκτήτην, καὶ δόλῳ ἐγκρατὴς γενόμενος τῶν τόξων πείθει πλεῖν αὐτὸν ἐπὶ Τροίαν. ὁ δὲ παραγενόμενος καὶ θεραπευθεὶς ὑπὸ Ποδαλειρίου ̓Αλέξανδρον τοξεύει.
<apollod. epit. Epitome.E.5.9> τούτου δὲ ἀποθανόντος εἰς ἔριν ἔρχονται ̔́Ελενος καὶ Δηίφοβος ὑπὲρ τῶν ̔Ελένης γάμων: προκριθέντος δὲ τοῦ Δηιφόβου ̔́Ελενος ἀπολιπὼν Τροίαν ἐν ̓́Ιδῃ διετέλει. εἰπόντος δὲ Κάλχαντος ̔́Ελενον εἰδέναι τοὺς ῥυομένους τὴν πόλιν χρησμούς, ἐνεδρεύσας αὐτὸν ̓Οδυσσεὺς καὶ χειρωσάμενος ἐπὶ τὸ στρατόπεδον ἤγαγε:
<apollod. epit. Epitome.E.5.10> καὶ ἀναγκαζόμενος ὁ ̔́Ελενος λέγει πῶς ἂν αἱρεθείη ἡ ̓́Ιλιος, πρῶτον μὲν εἰ τὰ Πέλοπος ὀστᾶ κομισθείη παρ' αὐτούς, ἔπειτα εἰ Νεοπτόλεμος συμμαχοίη, τρίτον εἰ τὸ διιπετὲς παλλάδιον ἐκκλαπείη: τούτου γὰρ ἔνδον ὄντος οὐ δύνασθαι τὴν πόλιν ἁλῶναι.
<apollod. epit. Epitome.E.5.11> ταῦτα ἀκούσαντες ̔́Ελληνες τὰ μὲν Πέλοπος ὀστᾶ μετακομίζουσιν, ̓Οδυσσέα δὲ καὶ Φοίνικα πρὸς Λυκομήδην πέμπουσιν εἰς Σκῦρον, οἱ δὲ πείθουσι αὐτὸν Νεοπτόλεμον προέσθαι. παραγενόμενος δὲ οὗτος εἰς τὸ στρατόπεδον καὶ λαβὼν παρ' ἑκόντος ̓Οδυσσέως τὴν τοῦ πατρὸς πανοπλίαν πολλοὺς τῶν Τρώων ἀναιρεῖ.
<apollod. epit. Epitome.E.5.12> ἀφικνεῖται δὲ ὕστερον Τρωσὶ σύμμαχος Εὐρύπυλος ὁ Τηλέφου πολλὴν Μυσῶν δύναμιν ἄγων: τοῦτον ἀριστεύσαντα Νεοπτόλεμος ἀπέκτεινεν.
<apollod. epit. Epitome.E.5.13> ̓Οδυσσεὺς δὲ μετὰ Διομήδους παραγενόμενος νύκτωρ εἰς τὴν πόλιν Διομήδην μὲν αὐτοῦ μένειν εἴα, αὐτὸς δὲ ἑαυτὸν αἰκισάμενος καὶ πενιχρὰν στολὴν ἐνδυσάμενος ἀγνώστως εἰς τὴν πόλιν εἰσέρχεται ὡς ἐπαίτης: γνωρισθεὶς δὲ ὑπὸ ̔Ελένης δι' ἐκείνης τὸ παλλάδιον ἔκλεψε καὶ πολλοὺς κτείνας τῶν φυλασσόντων ἐπὶ τὰς ναῦς μετὰ Διομήδους κομίζει.
<apollod. epit. Epitome.E.5.14> ὕστερον δὲ ἐπινοεῖ δουρείου ἵππου κατασκευὴν καὶ ὑποτίθεται ̓Επειῷ, ὃς ἦν ἀρχιτέκτων: οὗτος ἀπὸ τῆς ̓́Ιδης ξύλα τεμὼν ἵππον κατασκευάζει κοῖλον ἔνδοθεν εἰς τὰς πλευρὰς ἀνεῳγμένον. εἰς τοῦτον ̓Οδυσσεὺς εἰσελθεῖν πείθει πεντήκοντα τοὺς ἀρίστους, ὡς δὲ ὁ τὴν μικρὰν γράψας ̓Ιλιάδα φησί, τρισχιλίους, τοὺς δὲ λοιποὺς γενομένης νυκτὸς ἐμπρήσαντας τὰς σκηνάς, ἀναχθέντας περὶ τὴν Τένεδον ναυλοχεῖν καὶ μετὰ τὴν ἐπιοῦσαν νύκτα καταπλεῖν.
<apollod. epit. Epitome.E.5.15> οἱ δὲ πείθονται καὶ τοὺς μὲν ἀρίστους ἐμβιβάζουσιν εἰς τὸν ἵππον, ἡγεμόνα καταστήσαντες αὐτῶν ̓Οδυσσέα, γράμματα ἐγχαράξαντες τὰ δηλοῦντα: τῆς εἰς οἶκον ἀνακομιδῆς ̔́Ελληνες ̓Αθηνᾷ χαριστήριον. αὐτοὶ δὲ ἐμπρήσαντες τὰς σκηνὰς καὶ καταλιπόντες Σίνωνα, ὃς ἔμελλεν αὐτοῖς πυρσὸν ἀνάπτειν, τῆς νυκτὸς ἀνάγονται καὶ περὶ Τένεδον ναυλοχοῦσιν.
<apollod. epit. Epitome.E.5.16> ἡμέρας δὲ γενομένης ἔρημον οἱ Τρῶες τὸ τῶν ̔Ελλήνων στρατόπεδον θεασάμενοι καὶ νομίσαντες αὐτοὺς πεφευγέναι, περιχαρέντες εἷλκον τὸν ἵππον καὶ παρὰ τοῖς Πριάμου βασιλείοις στήσαντες ἐβουλεύοντο τί χρὴ ποιεῖν.
<apollod. epit. Epitome.E.5.17> Κασάνδρας δὲ λεγούσης ἔνοπλον ἐν αὐτῷ δύναμιν εἶναι, καὶ προσέτι Λαοκόωντος τοῦ μάντεως, τοῖς μὲν ἐδόκει κατακαίειν, τοῖς δὲ κατὰ βαράθρων ἀφιέναι: δόξαν δὲ τοῖς πολλοῖς ἵνα αὐτὸν ἐάσωσι θεῖον ἀνάθημα, τραπέντες ἐπὶ θυσίαν εὐωχοῦντο.
<apollod. epit. Epitome.E.5.18> ̓Απόλλων δὲ αὐτοῖς σημεῖον ἐπιπέμπει: δύο γὰρ δράκοντες διανηξάμενοι διὰ τῆς θαλάσσης ἐκ τῶν πλησίον νήσων τοὺς Λαοκόωντος υἱοὺς κατεσθίουσιν.
<apollod. epit. Epitome.E.5.19> ὡς δὲ ἐγένετο νὺξ καὶ πάντας ὕπνος κατεῖχεν, οἱ ἀπὸ Τενέδου προσέπλεον, καὶ Σίνων αὐτοῖς ἀπὸ τοῦ ̓Αχιλλέως τάφου πυρσὸν ἧπτεν. ̔Ελένη δὲ ἐλθοῦσα περὶ τὸν ἵππον, μιμουμένη τὰς φωνὰς ἑκάστης τῶν γυναικῶν, τοὺς ἀριστέας ἐκάλει. ὑπακοῦσαι δὲ ̓Αντίκλου θέλοντος ̓Οδυσσεὺς τὸ στόμα κατέσχεν.
<apollod. epit. Epitome.E.5.20> ὡς δ' ἐνόμισαν κοιμᾶσθαι τοὺς πολεμίους, ἀνοίξαντες σὺν τοῖς ὅπλοις ἐξῄεσαν: καὶ πρῶτος μὲν ̓Εχίων Πορθέως ἀφαλλόμενος ἀπέθανεν, οἱ δὲ λοιποὶ σειρᾷ ἐξάψαντες ἑαυτοὺς ἐπὶ τὰ τείχη παρεγένοντο καὶ τὰς πύλας ἀνοίξαντες ὑπεδέξαντο τοὺς ἀπὸ Τενέδου καταπλεύσαντας.
<apollod. epit. Epitome.E.5.21> χωρήσαντες δὲ μεθ' ὅπλων εἰς τὴν πόλιν, εἰς τὰς οἰκίας ἐπερχόμενοι κοιμωμένους ἀνῄρουν. καὶ Νεοπτόλεμος μὲν ἐπὶ τοῦ ἑρκείου Διὸς βωμοῦ καταφεύγοντα Πρίαμον ἀνεῖλεν:̓Οδυσσεὺς δὲ καὶ Μενέλαος Γλαῦκον τὸν ̓Αντήνορος εἰς τὴν οἰκίαν φεύγοντα γνωρίσαντες μεθ' ὅπλων ἐλθόντες ἔσωσαν. Αἰνείας δὲ ̓Αγχίσην τὸν πατέρα βαστάσας ἔφυγεν, οἱ δὲ ̔́Ελληνες αὐτὸν διὰ τὴν εὐσέβειαν εἴασαν.
<apollod. epit. Epitome.E.5.22> Μενέλαος δὲ Δηίφοβον κτείνας ̔Ελένην ἐπὶ τὰς ναῦς ἄγει: ἀπάγουσι δὲ καὶ τὴν Θησέως μητέρα Αἴθραν οἱ Θησέως παῖδεσΔημοφῶν καὶ ̓Ακάμας: καὶ γὰρ τούτους λέγουσιν εἰς Τροίαν ἐλθεῖν ὕστερον. Αἴας δὲ ὁ Λοκρὸς Κασάνδραν ὁρῶν περιπεπλεγμένην τῷ ξοάνῳ τῆς ̓Αθηνᾶς βιάζεται: διὰ τοῦτο τὸ ξόανον εἰς οὐρανὸν βλέπειν.
<apollod. epit. Epitome.E.5.23> κτείναντες δὲ τοὺς Τρῶας τὴν πόλιν ἐνέπρησαν καὶ τὰ λάφυρα ἐμερίσαντο. καὶ θύσαντες πᾶσι τοῖς θεοῖς ̓Αστυάνακτα ἀπὸ τῶν πύργων ἔρριψαν, Πολυξένην δὲ ἐπὶ τῷ ̓Αχιλλέως τάφῳ κατέσφαξαν. λαμβάνει δὲ ̓Αγαμέμνων μὲν κατ' ἐξαίρετον Κασάνδραν, Νεοπτόλεμος δὲ ̓Ανδρομάχην, ̓Οδυσσεὺς δὲ ̔Εκάβην. ὡς δὲ ἔνιοι λέγουσιν, ̔́Ελενος αὐτὴν λαμβάνει, καὶ διακομισθεὶς εἰς Χερρόνησον σὺν αὐτῇ κύνα γενομένην θάπτει, ἔνθα νῦν λέγεται Κυνὸς σῆμα. Λαοδίκην μὲν γὰρ κάλλει τῶν Πριάμου θυγατέρων διαφέρουσαν βλεπόντων πάντων γῆ χάσματι ἀπέκρυψεν. ὡς δὲ ἔμελλον ἀποπλεῖν πορθήσαντες Τροίαν, ὑπὸ Κάλχαντος κατείχοντο, μηνίειν ̓Αθηνᾶν αὐτοῖς λέγοντος διὰ τὴν Αἴαντος ἀσέβειαν. καὶ τὸν μὲν Αἴαντα κτείνειν ἔμελλον, φεύγοντα δὲ ἐπὶ βωμὸν εἴασαν.
<apollod. epit. Epitome.E.6.1> καὶ μετὰ ταῦτα συνελθόντων εἰς ἐκκλησίαν, ̓Αγαμέμνων καὶ Μενέλαος ἐφιλονείκουν, Μενελάου λέγοντος ἀποπλεῖν, ̓Αγαμέμνονος δὲ ἐπιμένειν κελεύοντος καὶ θύειν ̓Αθηνᾷ. ἀναχθέντες δὲ Διομήδης καὶ Νέστωρ καὶ Μενέλαος ἅμα, οἱ μὲν εὐπλοοῦσιν, ὁ δὲ Μενέλαος χειμῶνι περιπεσών, τῶν λοιπῶν ἀπολομένων σκαφῶν, πέντε ναυσὶν ἐπ' Αἴγυπτον ἀφικνεῖται.
<apollod. epit. Epitome.E.6.2> ̓Αμφίλοχος δὲ καὶ Κάλχας καὶ Λεοντεὺς καὶ Ποδαλείριος καὶ Πολυποίτης ἐν ̓Ιλίῳ τὰς ναῦς ἀπολιπόντες ἐπὶ Κολοφῶνα πεζῇ πορεύονται, κἀκεῖ θάπτουσι Κάλχαντα τὸν μάντιν: ἦν γὰρ αὐτῷ λόγιον τελευτήσειν, ἐὰν ἑαυτοῦ σοφωτέρῳ περιτύχῃ μάντει.
<apollod. epit. Epitome.E.6.3> ὑποδεχθέντων οὖν ὑπὸ Μόψου μάντεως, ὃς ̓Απόλλωνος καὶ Μαντοῦς παῖς ὑπῆρχεν, οὗτος ὁ Μόψος περὶ μαντικῆς ἤρισε Κάλχαντι. καὶ Κάλχαντος ἀνακρίναντος ἐρινεοῦ ἑστώσης “πόσους ὀλύνθους φέρει;” ὁ Μόψος: “μυρίους” ἔφη “καὶ μέδιμνον καὶ ἕνα ὄλυνθον περισσόν:”
<apollod. epit. Epitome.E.6.4> καὶ εὑρέθησαν οὕτω. Μόψος δὲ συὸς οὔσης ἐπιτόκου ἠρώτα Κάλχαντα, πόσους χοίρους κατὰ γαστρὸς ἔχει καὶ πότε τέκοι:τοῦ δὲ εἰπόντος: “ὀκτώ,” μειδιάσας ὁ Μόψος ἔφη: “Κάλχας τῆς ἀκριβοῦς μαντείας ἀπεναντιῶς διακεῖται, ἐγὼ δ' ̓Απόλλωνος καὶ Μαντοῦς παῖς ὑπάρχων τῆς ἀκριβοῦς μαντείας τὴν ὀξυδορκίαν πάντως πλουτῶ, καὶ οὐχ ὡς ὁ Κάλχας ὀκτώ, ἀλλ' ἐννέα κατὰ γαστρός, καὶ τούτους ἄρρενας ὅλους ἔχειν μαντεύομαι, καὶ αὔριον ἀνυπερθέτως ἐν ἕκτῃ ὥρᾳ τεχθήσεσθαι.”ὧν γενομένων Κάλχας ἀθυμήσας ἀπέθανεκαὶ ἐτάφη ἐν Νοτίῳ.
<apollod. epit. Epitome.E.6.5> ̓Αγαμέμνων δὲ θύσας ἀνάγεται καὶ Τενέδῳ προσίσχει, Νεοπτόλεμον δὲ πείθει Θέτις ἀφικομένη ἐπιμεῖναι δύο ἡμέρας καὶ θυσιάσαι, καὶ ἐπιμένει. οἱ δὲ ἀνάγονται καὶ περὶ Τῆνον χειμάζονται. ̓Αθηνᾶ γὰρ ἐδεήθη Διὸς τοῖς ̔́Ελλησι χειμῶνα ἐπιπέμψαι. καὶ πολλαὶ νῆες βυθίζονται.
<apollod. epit. Epitome.E.6.6> ̓Αθηνᾶ δὲ ἐπὶ τὴν Αἴαντος ναῦν κεραυνὸν βάλλει, ὁ δὲ τῆς νεὼς διαλυθείσης ἐπί τινα πέτραν διασωθεὶς παρὰ τὴν θεοῦ ἔφη πρόνοιαν σεσῶσθαι. Ποσειδῶν δὲ πλήξας τῇ τριαίνῃ τὴν πέτραν ἔσχισεν, ὁ δὲ πεσὼν εἰς τὴν θάλασσαν τελευτᾷ, καὶ ἐκβρασθέντα θάπτει Θέτις ἐν Μυκόνῳ.
<apollod. epit. Epitome.E.6.7> τῶν δὲ ἄλλων Εὐβοίᾳ προσφερομένων νυκτὸς Ναύπλιος ἐπὶ τοῦ Καφηρέως ὄρους πυρσὸν ἀνάπτει: οἱ δὲ νομίσαντες εἶναί τινας τῶν σεσωσμένων προσπλέουσι, καὶ περὶ τὰς Καφηρίδας πέτρας θραύεται τὰ σκάφη καὶ πολλοὶ τελευτῶσιν.
<apollod. epit. Epitome.E.6.8> ὁ γὰρ τοῦ Ναυπλίου καὶ Κλυμένης τῆς Κατρέως υἱὸς Παλαμήδης ἐπιβουλαῖς ̓Οδυσσέως λιθοβοληθεὶς ἀναιρεῖται. τοῦτο μαθὼν Ναύπλιος ἔπλευσε πρὸς τοὺς ̔́Ελληνας καὶ τὴν τοῦ παιδὸς ἀπῄτει ποινήν:
<apollod. epit. Epitome.E.6.9> ἄπρακτος δὲ ὑποστρέψας, ὡς πάντων χαριζομένων τῷ βασιλεῖ ̓Αγαμέμνονι, μεθ' οὗ τὸν Παλαμήδην ἀνεῖλεν ̓Οδυσσεύς, παραπλέων τὰς χώρας τὰς ̔Ελληνίδας παρεσκεύασε τὰς τῶν ̔Ελλήνων γυναῖκας μοιχευθῆναι, Κλυταιμνήστραν Αἰγίσθῳ, Αἰγιάλειαν τῷ Σθενέλου Κομήτῃ, τὴν ̓Ιδομενέως Μήδαν ὑπὸ Λεύκου:
<apollod. epit. Epitome.E.6.10> ἣν καὶ ἀνεῖλε Λεῦκος ἅμα Κλεισιθύρᾳ τῇ θυγατρὶ ταύτης ἐν τῷ ναῷ προσφυγούσῃ, καὶ δέκα πόλεις ἀποσπάσας τῆς Κρήτης ἐτυράννησε: καὶ μετὰ τὸν Τρωικὸν πόλεμον καὶ τὸν ̓Ιδομενέα κατάραντα τῇ Κρήτῃ ἐξήλασε.
<apollod. epit. Epitome.E.6.11> ταῦτα πρότερον κατασκευάσας ὁ Ναύπλιος, ὕστερον μαθὼν τὴν εἰς τὰς πατρίδας τῶν ̔Ελλήνων ἐπάνοδον, τὸν εἰς τὸν Καφηρέα, νῦν δὲ Ξυλοφάγον λεγόμενον, ἀνῆψε φρυκτόν: ἔνθα προσπελάσαντες ̔́Ελληνες ἐν τῷ δοκεῖν λιμένα εἶναι διεφθάρησαν.
<apollod. epit. Epitome.E.6.12> Νεοπτόλεμος δὲ μείνας ἐν Τενέδῳ δύο ἡμέρας ὑποθήκαις τῆς Θέτιδος εἰς Μολοσσοὺς πεζῇ ἀπῄει μετὰ ̔Ελένου, καὶ παρὰ τὴν ὁδὸν ἀποθανόντα Φοίνικα θάπτει, καὶ νικήσας μάχῃ Μολοσσοὺς βασιλεύει, καὶ ἐξ ̓Ανδρομάχης γεννᾷ Μολοσσόν.
<apollod. epit. Epitome.E.6.13> ̔́Ελενος δὲ κτίσας ἐν τῇ Μολοσσίᾳ πόλιν κατοικεῖ, καὶ δίδωσιν αὐτῷ Νεοπτόλεμος εἰς γυναῖκα τὴν μητέρα Δηιδάμειαν. Πηλέως δὲ ἐκ Φθίας ἐκβληθέντος ὑπὸ τῶν ̓Ακάστου παίδων καὶ ἀποθανόντος, Νεοπτόλεμος τὴν βασιλείαν τοῦ πατρὸς παρέλαβε.
<apollod. epit. Epitome.E.6.14> καὶ μανέντος ̓Ορέστου ἁρπάζει τὴν ἐκείνου γυναῖκα ̔Ερμιόνην κατηγγυημένην αὐτῷ πρότερον ἐν Τροίᾳ, καὶ διὰ τοῦτο ἐν Δελφοῖς ὑπὸ ̓Ορέστου κτείνεται. ἔνιοι δὲ αὐτόν φασι παραγενόμενον εἰς Δελφοὺς ἀπαιτεῖν ὑπὲρ τοῦ πατρὸς τὸν ̓Απόλλωνα δίκας καὶ συλᾶν τὰ ἀναθήματα καὶ τὸν νεὼν ἐμπιμπράναι, καὶ διὰ τοῦτο ὑπὸ Μαχαιρέως τοῦ Φωκέως ἀναιρεθῆναι.
<apollod. epit. Epitome.E.6.15> ὅτι πλανηθέντες ̔́Ελληνες ἄλλοι ἀλλαχοῦ κατάραντες κατοικοῦσιν, οἱ μὲν εἰς Λιβύην, οἱ δὲ εἰς ̓Ιταλίαν, εἰς Σικελίαν ἕτεροι, τινὲς δὲ πρὸς τὰς πλησίον ̓Ιβηρίας νήσους, ἄλλοι παρὰ τὸν Σαγγάριον ποταμόν: εἰσὶ δὲ οἳ καὶ Κύπρον ᾤκησαν. τῶν δὲ ναυαγησάντων περὶ τὸν Καφηρέα ἄλλος ἀλλαχῆ φέρεται, Γουνεὺς μὲν εἰς Λιβύην, ̓́Αντιφος δὲ ὁ Θεσσαλοῦ εἰς Πελασγοὺς καὶ τὴν χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσεν, ὁ δὲ Φιλοκτήτης πρὸς ̓Ιταλίαν εἰς Καμπανούς, Φείδιππος μετὰ τῶν Κῴων ἐν ̓́Ανδρῳ κατῴκησεν, ̓Αγαπήνωρ ἐν Κύπρῳ, καὶ ἄλλος ἀλλαχοῦ.
<apollod. epit. Epitome.E.6.15a> ̓Απολλόδωρος δὲ καὶ οἱ λοιποὶ οὕτω φασί: Γουνεὺς εἰς Λιβύην λιπὼν τὰς ἑαυτοῦ ναῦς ἐλθὼν ἐπὶ Κίνυφα ποταμὸν κατοικεῖ. Μέγης δὲ καὶ Πρόθοος ἐν Εὐβοίᾳ περὶ τὸν Καφηρέα σὺν πολλοῖς ἑτέροις διαφθείρεται τοῦ δὲ Προθόου περὶ τὸν Καφηρέα ναυαγήσαντος, οἱ σὺν αὐτῷ Μάγνητες εἰς Κρήτην ῥιφέντες ᾤκησαν. τζετζες, σξηολια ον λψξοπηρον, 902
<apollod. epit. Epitome.E.6.15b> μετὰ δὲ τὴν ̓Ιλίου πόρθησιν Μενεσθεὺς Φείδιππός τε καὶ ̓́Αντιφος καὶ οἱ ̓Ελεφήνορος καὶ Φιλοκτήτης μέχρι Μίμαντος κοινῇ ἔπλευσαν. εἶτα Μενεσθεὺς μὲν εἰς Μῆλον ἐλθὼν βασιλεύει, τοῦ ἐκεῖ βασιλέως Πολυάνακτος τελευτήσαντος. ̓́Αντιφος δὲ ὁ Θεσσαλοῦ εἰς Πελασγοὺς ἐλθὼν καὶ τὴν χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσε. Φείδιππος δὲ μετὰ Κῴων ἐξωσθεὶς περὶ τὴν ̓́Ανδρον, εἶτα περὶ Κύπρον ἐκεῖ κατῴκησεν. ̓Ελεφήνορος δὲ ἀποθανόντος ἐν Τροίᾳ, οἱ σὺν αὐτῷ ἐκριφέντες περὶ τὸν ̓Ιόνιον κόλπον ̓Απολλωνίαν ᾤκησαν τὴν ἐν ̓Ηπείρῳ. καὶ οἱ τοῦ Τληπολέμου προσίσχουσι Κρήτῃ, εἶτα ὑπ' ἀνέμων ἐξωσθέντες περὶ τὰς ̓Ιβηρικὰς νήσους ᾤκησαν οἱ τοῦ Πρωτεσιλάου εἰς Πελλήνην ἀπερρίφησαν πλησίον πεδίου Κανάστρου. Φιλοκτήτης δὲ ἐξώσθη εἰς ̓Ιταλίαν πρὸς Καμπανοὺς καὶ πολεμήσας Λευκανοὺς πλησίον Κρότωνος καὶ Θουρίου Κρίμισσαν κατοικεῖ: καὶ παυθεὶς τῆς ἄλης ̓Αλαίου ̓Απόλλωνος ἱερὸν κτίζει, ᾧ καὶ τὸ τόξον αὑτοῦ ἀνέθηκεν, ὥς φησιν Εὐφορίων. τζετζες, σξηολια ον λψξοπηρον, 911
<apollod. epit. Epitome.E.6.15c> Ναύαιθος ποταμός ἐστιν ̓Ιταλίας: ἐκλήθη δὲ οὕτω κατὰ μὲν ̓Απολλόδωρον καὶ τοὺς λοιπούς, ὅτι μετὰ τὴν ̓Ιλίου ἅλωσιν αἱ Λαομέδοντος θυγατέρες, Πριάμου δὲ ἀδελφαί, Αἴθυλλα ̓Αστυόχη Μηδεσικάστη μετὰ τῶν λοιπῶν αἰχμαλωτίδων ἐκεῖσε γεγονυῖαι τῆς ̓Ιταλίας, εὐλαβούμεναι τὴν ἐν τῇ ̔Ελλάδι δουλείαν τὰ σκάφη ἐνέπρησαν, ὅθεν ὁ ποταμὸς Ναύαιθος ἐκλήθη καὶ αἱ γυναῖκες Ναυπρήστιδες: οἱ δὲ σὺν αὐταῖς ̔́Ελληνες ἀπολέσαντες τὰ σκάφη ἐκεῖ κατῴκησαν. τζετζες, σξηολια ον λψξοπηρον, 921
<apollod. epit. Epitome.E.6.16> Δημοφῶν δὲ Θρᾳξὶ Βισάλταις μετ' ὀλίγων νεῶν προσίσχει, καὶ αὐτοῦ ἐρασθεῖσα Φυλλὶς ἡ θυγάτηρ τοῦ βασιλέως ἐπὶ προικὶ τῇ βασιλείᾳ συνευνάζεται ὑπὸ τοῦ πατρός. ὁ δὲ βουλόμενος εἰς τὴν πατρίδα ἀπιέναι, πολλὰ δεηθεὶς ὀμόσας ἀναστρέψειν ἀπέρχεται: καὶ Φυλλὶς αὐτὸν ἄχρι τῶν ̓Εννέα ὁδῶν λεγομένων προπέμπει καὶ δίδωσιν αὐτῷ κίστην, εἰποῦσα ἱερὸν τῆς μητρὸς ̔Ρέας ἐνεῖναι, καὶ ταύτην μὴ ἀνοίγειν, εἰ μὴ ὅταν ἀπελπίσῃ τῆς πρὸς αὐτὴν ἀνόδου.
<apollod. epit. Epitome.E.6.17> Δημοφῶν δὲ ἐλθὼν εἰς Κύπρον ἐκεῖ κατῴκει. καὶ τοῦ τακτοῦ χρόνου διελθόντος Φυλλὶς ἀρὰς θεμένη κατὰ Δημοφῶντος ἑαυτὴν ἀναιρεῖ: Δημοφῶν δὲ τὴν κίστην ἀνοίξας φόβῳ κατασχεθεὶς ἄνεισιν ἐπὶ τὸν ἵππον καὶ τοῦτον ἐλαύνων ἀτάκτως ἀπόλλυται: τοῦ γὰρ ἵππου σφαλέντος κατενεχθεὶς ἐπὶ τὸ ξίφος ἔπεσεν. οἱ δὲ σὺν αὐτῷ κατῴκησαν ἐν Κύπρῳ.
<apollod. epit. Epitome.E.6.18> Ποδαλείριος δὲ ἀφικόμενος εἰς Δελφοὺς ἐχρᾶτο ποῦ κατοικήσει: χρησμοῦ δὲ δοθέντος, εἰς ἣν πόλιν τοῦ περιέχοντος οὐρανοῦ πεσόντος οὐδὲν πείσεται, τῆς Καρικῆς Χερρονήσου τὸν πέριξ οὐρανοῦ κυκλούμενον ὄρεσι τόπον κατῴκησεν.
<apollod. epit. Epitome.E.6.19> ̓Αμφίλοχος δὲ ὁ ̓Αλκμαίωνος, κατά τινας ὕστερον παραγενόμενος εἰς Τροίαν, κατὰ τὸν χειμῶνα ἀπερρίφη πρὸς Μόψον, καί, ὥς τινες λέγουσιν, ὑπὲρ τῆς βασιλείας μονομαχοῦντες ἔκτειναν ἀλλήλους.
<apollod. epit. Epitome.E.6.20> Λοκροὶ δὲ μόλις τὴν ἑαυτῶν καταλαβόντες, ἐπεὶ μετὰ τρίτον ἔτος τὴν Λοκρίδα κατέσχε φθορά, δέχονται χρησμὸν ἐξιλάσασθαι τὴν ἐν ̓Ιλίῳ ̓Αθηνᾶν καὶ δύο παρθένους πέμπειν ἱκέτιδας ἐπὶ ἔτη χίλια. καὶ λαγχάνουσι πρῶται Περίβοια καὶ Κλεοπάτρα.
<apollod. epit. Epitome.E.6.21> αὗται δὲ εἰς Τροίαν ἀφικόμεναι, διωκόμεναι παρὰ τῶν ἐγχωρίων εἰς τὸ ἱερὸν κατέρχονται: καὶ τῇ μὲν θεᾷ οὐ προσήρχοντο, τὸ δὲ ἱερὸν ἔσαιρόν τε καὶ ἔρραινον: ἐκτὸς δὲ τοῦ νεὼ οὐκ ἐξῄεσαν, κεκαρμέναι δὲ ἦσαν καὶ μονοχίτωνες καὶ ἀνυπόδετοι.
<apollod. epit. Epitome.E.6.22> τῶν δὲ πρώτων ἀποθανουσῶν ἄλλας ἔπεμπον: εἰσῄεσαν δὲ εἰς τὴν πόλιν νύκτωρ, ἵνα μὴ φανεῖσαι τοῦ τεμένους ἔξω φονευθῶσι: μετέπειτα δὲ βρέφη μετὰ τροφῶν ἔπεμπον. χιλίων δὲ ἐτῶν παρελθόντων μετὰ τὸν Φωκικὸν πόλεμον ἱκέτιδας ἐπαύσαντο πέμποντες.
<apollod. epit. Epitome.E.6.23> ̓Αγαμέμνων δὲ καταντήσας εἰς Μυκήνας μετὰ Κασάνδρας ἀναιρεῖται ὑπὸ Αἰγίσθου καὶ Κλυταιμνήστρας: δίδωσι γὰρ αὐτῷ χιτῶνα ἄχειρα καὶ ἀτράχηλον, καὶ τοῦτον ἐνδυόμενος φονεύεται, καὶ βασιλεύει Μυκηνῶν Αἴγισθος: κτείνουσι δὲ καὶ Κασάνδραν.
<apollod. epit. Epitome.E.6.24> ̓Ηλέκτρα δὲ μία τῶν ̓Αγαμέμνονος θυγατέρων ̓Ορέστην τὸν ἀδελφὸν ἐκκλέπτει καὶ δίδωσι Στροφίῳ Φωκεῖ τρέφειν, ὁ δὲ αὐτὸν ἐκτρέφει μετὰ Πυλάδου παιδὸς ἰδίου. τελειωθεὶς δὲ ̓Ορέστης εἰς Δελφοὺς παραγίνεται καὶ τὸν θεὸν ἐρωτᾷ, εἰ τοὺς αὐτόχειρας τοῦ πατρὸς μετέλθοι.
<apollod. epit. Epitome.E.6.25> τοῦτο δὲ τοῦ θεοῦ ἐπιτρέποντος ἀπέρχεται εἰς Μυκήνας μετὰ Πυλάδου λαθραίως καὶ κτείνει τήν τε μητέρα καὶ τὸν Αἴγισθον, καὶ μετ' οὐ πολὺ μανίᾳ κατασχεθεὶς ὑπὸ ̓Ερινύων διωκόμενος εἰς ̓Αθήνας παραγίνεται καὶ κρίνεται ἐν ̓Αρείῳ πάγῳ,ὡς μὲν λέγουσί τινες ὑπὸ ̓Ερινύων, ὡς δέ τινες ὑπὸ Τυνδάρεω, ὡς δέ τινες ὑπὸ ̓Ηριγόνης τῆς Αἰγίσθου καὶ Κλυταιμνήστρας, καὶ κριθεὶς ἴσων γενομένων τῶν ψήφων ἀπολύεται.
<apollod. epit. Epitome.E.6.26> ἐρομένῳ δὲ αὐτῷ, πῶς ἂν ἀπαλλαγείη τῆς νόσου, ὁ θεὸς εἶπεν, εἰ τὸ ἐν Ταύροις ξόανον μετακομίσειεν. οἱ δὲ Ταῦροι μοῖρά ἐστι Σκυθῶν, οἳ τοὺς ξένους φονεύουσι καὶ εἰς τὸ ἱερὸν πῦρ ῥίπτουσι. τοῦτο ἦν ἐν τῷ τεμένει διά τινος πέτρας ἀναφερόμενον ἐξ ̔́Αιδου.
<apollod. epit. Epitome.E.6.27> παραγενόμενος οὖν εἰς Ταύρους ̓Ορέστης μετὰ Πυλάδου φωραθεὶς ἑάλω καὶ ἄγεται πρὸς Θόαντα τὸν βασιλέα δέσμιος, ὁ δὲ ἀμφοτέρους πρὸς τὴν ἱέρειαν ἀποστέλλει. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῆς ἀδελφῆς ἱερὰ ποιούσης ἐν Ταύροις, ἄρας τὸ ξόανον σὺν αὐτῇ φεύγει. κομισθὲν δὲ εἰς ̓Αθήνας νῦν λέγεται τὸ τῆς Ταυροπόλου: ἔνιοι δὲ αὐτὸν κατὰ χειμῶνα προσενεχθῆναι τῇ νήσῳ ̔Ρόδῳ λέγουσιν αὐτὸν καὶ κατὰ χρησμὸν ἐν τείχει καθοσιωθῆναι.
<apollod. epit. Epitome.E.6.28> καὶ δὴ ἐλθὼν εἰς Μυκήνας Πυλάδῃ μὲν τὴν ἀδελφὴν ̓Ηλέκτραν συζεύγνυσιν, αὐτὸς δὲ γήμας ̔Ερμιόνην, ἢ κατά τινας ̓Ηριγόνην, τεκνοῖ Τισαμενόν,καὶ δηχθεὶς ὑπὸ ὄφεως ἐν ̓Ορεστείῳ τῆς ̓Αρκαδίας θνήσκει.
<apollod. epit. Epitome.E.6.29> Μενέλαος δὲ πέντε ναῦς τὰς πάσας ἔχων μεθ' ἑαυτοῦ προσσχὼν Σουνίῳ τῆς ̓Αττικῆς ἀκρωτηρίῳ κἀκεῖθεν εἰς Κρήτην ἀπορριφεὶς πάλιν ὑπὸ ἀνέμων μακρὰν ἀπωθεῖται, καὶ πλανώμενος ἀνά τε Λιβύην καὶ Φοινίκην καὶ Κύπρον καὶ Αἴγυπτον πολλὰ συναθροίζει χρήματα. καὶ κατά τινας εὑρίσκεται παρὰ Πρωτεῖ τῷ τῶν Αἰγυπτίων βασιλεῖ ̔Ελένη, μέχρι τότε εἴδωλον ἐκ νεφῶν ἐσχηκότος τοῦ Μενελάου. ὀκτὼ δὲ πλανηθεὶς ἔτη κατέπλευσεν εἰς Μυκήνας, κἀκεῖ κατέλαβεν ̓Ορέστην μετεληλυθότα τὸν τοῦ πατρὸς φόνον. ἐλθὼν δὲ εἰς Σπάρτην τὴν ἰδίαν ἐκτήσατο βασιλείαν. καὶἀποθανατισθεὶς ὑπὸ ̔́Ηρας εἰς τὸ ̓Ηλύσιον ἦλθε πεδίον μεθ' ̔Ελένης.
<apollod. epit. Epitome.E.7.1> ὁ δὲ ̓Οδυσσεύς, ὡς μὲν ἔνιοι λέγουσιν, ἐπλανᾶτο κατὰ Λιβύην, ὡς δὲ ἔνιοι κατὰ Σικελίαν, ὡς δὲ ἄλλοι κατὰ τὸν ̓Ωκεανὸν ἢ κατὰ τὸ Τυρρηνικὸν πέλαγος.
<apollod. epit. Epitome.E.7.2> ἀναχθεὶς δὲ ἀπὸ ̓Ιλίου προσίσχει πόλει Κικόνων ̓Ισμάρῳ καὶ ταύτην αἱρεῖ πολεμῶν καὶ λαφυραγωγεῖ, μόνου φεισάμενος Μάρωνος, ὃς ἦν ἱερεὺς ̓Απόλλωνος. αἰσθόμενοι δὲ οἱ τὴν ἤπειρον οἰκοῦντες Κίκονες σὺν ὅπλοις ἐπ' αὐτὸν παραγίνονται: ἀφ' ἑκάστης δὲ νεὼς ἓξ ἀποβαλὼν ἄνδρας ἀναχθεὶς ἔφευγε.
<apollod. epit. Epitome.E.7.3> καὶ καταντᾷ εἰς τὴν Λωτοφάγων χώραν καὶ πέμπει τινὰς μαθησομένους τοὺς κατοικοῦντας: οἱ δὲ γευσάμενοι τοῦ λωτοῦ κατέμειναν: ἐφύετο γὰρ ἐν τῇ χώρᾳ καρπὸς ἡδὺς λεγόμενος λωτός, ὃς τῷ γευσαμένῳ πάντων ἐποίει λήθην. ̓Οδυσσεὺς δὲ αἰσθόμενος, τοὺς λοιποὺς κατασχών, τοὺς γευσαμένους μετὰ βίας ἐπὶ τὰς ναῦς ἄγει, καὶ προσπλεύσας τῇ Κυκλώπων γῇ προσπελάζει.
<apollod. epit. Epitome.E.7.4> καταλιπὼν δὲ τὰς λοιπὰς ναῦς ἐν τῇ πλησίον νήσῳ, μίαν ἔχων τῇ Κυκλώπων γῇ προσπελάζει, μετὰ δώδεκα ἑταίρων ἀποβὰς τῆς νεώς. ἔστι δὲ τῆς θαλάσσης πλησίον ἄντρον, εἰς ὃ ἔρχεται ἔχων ἀσκὸν οἴνου τὸν ὑπὸ Μάρωνος αὐτῷ δοθέντα. ἦν δὲ Πολυφήμου τὸ ἄντρον, ὃς ἦν Ποσειδῶνος καὶ Θοώσης νύμφης, ἀνὴρ ὑπερμεγέθης ἄγριος ἀνδροφάγος, ἔχων ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου.
<apollod. epit. Epitome.E.7.5> ἀνακαύσαντες δὲ πῦρ καὶ τῶν ἐρίφων θύσαντες εὐωχοῦντο. ἐλθὼν δὲ ὁ Κύκλωψ καὶ εἰσελάσας τὰ ποίμνια τῇ μὲν θύρᾳ προσέθηκε πέτρον ὑπερμεγέθη καὶ θεασάμενος αὐτοὺς ἐνίους κατήσθιεν.
<apollod. epit. Epitome.E.7.6> ̓Οδυσσεὺς δὲ αὐτῷ δίδωσιν ἐκ τοῦ Μάρωνος οἴνου πιεῖν: ὁ δὲ πιὼν πάλιν ᾔτησε, καὶ πιὼν τὸ δεύτερον ἐπηρώτα τὸ ὄνομα. τοῦ δὲ εἰπόντος ὅτι Οὔτις καλεῖται, Οὔτιν ἠπείλει ὕστερον ἀναλῶσαι, τοὺς δὲ ἄλλους ἔμπροσθεν, καὶ τοῦτο αὐτῷ ξένιον ἀποδώσειν ὑπέσχετο. κατασχεθεὶς δὲ ὑπὸ μέθης ἐκοιμήθη.
<apollod. epit. Epitome.E.7.7> ̓Οδυσσεὺς δὲ εὑρὼν ῥόπαλον κείμενον σὺν τέσσαρσιν ἑταίροις ἀπώξυνε καὶ πυρώσας ἐξετύφλωσεν αὐτόν. ἐπιβοωμένου δὲ Πολυφήμου τοὺς πέριξ Κύκλωπας, παραγενόμενοι ἐπηρώτων τίς αὐτὸν ἀδικεῖ. τοῦ δὲ εἰπόντος “Οὔτις,” νομίσαντες αὐτὸν λέγειν “ὑπὸ μηδενός” ἀνεχώρησαν.
<apollod. epit. Epitome.E.7.8> ἐπιζητούντων δὲ τῶν ποιμνίων τὴν συνήθη νομήν, ἀνοίξας καὶ ἐπὶ τοῦ προθύρου στὰς τὰς χεῖρας ἐκπετάσας ἐψηλάφα τὰ ποίμνια. ̓Οδυσσεὺς δὲ τρεῖς κριοὺς ὁμοῦ συνδέων καὶ αὐτὸς τῷ μείζονι ὑποδύς, ὑπὸ τὴν γαστέρα κρυβείς, σὺν τοῖς ποιμνίοις ἐξῆλθε, καὶ λύσας τοὺς ἑταίρους τῶν ποιμνίων, ἐπὶ τὰς ναῦς ἐλάσας ἀποπλέων ἀνεβόησε Κύκλωπι ὡς ̓Οδυσσεὺς εἴη καὶ ἐκπεφεύγοι τὰς ἐκείνου χεῖρας.
<apollod. epit. Epitome.E.7.9> ἦν δὲ λόγιον Κύκλωπι εἰρημένον ὑπὸ μάντεως τυφλωθῆναι ὑπὸ ̓Οδυσσέως. καὶ μαθὼν τὸ ὄνομα πέτρας ἀποσπῶν ἠκόντιζεν εἰς τὴν θάλασσαν, μόλις δὲ ἡ ναῦς σώζεται πρὸς τὰς πέτρας. ἐκ τούτου δὲ μηνίει Ποσειδῶν ̓Οδυσσεῖ.
<apollod. epit. Epitome.E.7.10> ἀναχθεὶς δὲ συμπάσαις ναυσὶ παραγίνεται εἰς Αἰολίαν νῆσον, ἧς ὁ βασιλεὺς ἦν Αἴολος. οὗτος ἐπιμελητὴς ὑπὸ Διὸς τῶν ἀνέμων καθεστήκει καὶ παύειν καὶ προί̈εσθαι. ὃς ξενίσας ̓Οδυσσέα δίδωσιν αὐτῷ ἀσκὸν βόειον, ἐν ᾧ κατέδησε τοὺς ἀνέμους, ὑποδείξας οἷς δεῖ χρῆσθαι πλέοντα, τοῦτον ἐν τῷ σκάφει καταδήσας. ὁ δὲ ̓Οδυσσεὺς ἐπιτηδείοις ἀνέμοις χρώμενος εὐπλοεῖ, καὶ πλησίον ̓Ιθάκης ὑπάρχων ἤδη τὸν ἀναφερόμενον ἐκ τῆς πόλεως καπνὸν ἰδὼν ἐκοιμήθη.
<apollod. epit. Epitome.E.7.11> οἱ δὲ ἑταῖροι νομίζοντες χρυσὸν ἐν τῷ ἀσκῷ κομίζειν αὐτόν, λύσαντες τοὺς ἀνέμους ἐξαφῆκαν, καὶ πάλιν εἰς τοὐπίσω παρεγένοντο ὑπὸ τῶν πνευμάτων ἁρπασθέντες. ̓Οδυσσεὺς δὲ ἀφικόμενος πρὸς Αἴολον ἠξίου πομπῆς τυχεῖν, ὁ δὲ αὐτὸν ἐκβάλλει τῆς νήσου λέγων ἀντιπρασσόντων τῶν θεῶν μὴ δύνασθαι σώζειν.
<apollod. epit. Epitome.E.7.12> πλέων οὖν κατῆρε πρὸς Λαιστρυγόνας, καὶ τὴν ἑαυτοῦ ναῦν καθώρμισεν ἐσχάτως. Λαιστρυγόνες δ' ἦσαν ἀνδροφάγοι, καὶ αὐτῶν ἐβασίλευεν ̓Αντιφάτης. μαθεῖν οὖν ̓Οδυσσεὺς βουλόμενος τοὺς κατοικοῦντας ἔπεμψέ τινας πευσομένους. τούτοις δὲ ἡ τοῦ βασιλέως θυγάτηρ συντυγχάνει καὶ αὐτοὺς ἄγει πρὸς τὸν πατέρα.
<apollod. epit. Epitome.E.7.13> ὁ δὲ ἕνα μὲν αὐτῶν ἁρπάσας ἀναλίσκει, τοὺς δὲ λοιποὺς ἐδίωκε φεύγοντας κεκραγὼς καὶ συγκαλῶν τοὺς ἄλλους Λαιστρυγόνας. οἱ δὲ ἦλθον ἐπὶ τὴν θάλασσαν καὶ βάλλοντες πέτροις τὰ μὲν σκάφη κατέαξαν, αὐτοὺς δὲ ἐβίβρωσκον. ̓Οδυσσεὺς δὲ κόψας τὸ πεῖσμα τῆς νεὼς ἀνήχθη, αἱ δὲ λοιπαὶ σὺν τοῖς πλέουσιν ἀπώλοντο.
<apollod. epit. Epitome.E.7.14> μίαν δὲ ἔχων ναῦν Αἰαίῃ νήσῳ προσίσχει. ταύτην κατῴκει Κίρκη, θυγάτηρ ̔Ηλίου καὶ Πέρσης, Αἰήτου δὲ ἀδελφή, πάντων ἔμπειρος οὖσα φαρμάκων. διελὼν τοὺς ἑταίρους αὐτὸς μὲν κλήρῳ μένει παρὰ τῇ νηί, Εὐρύλοχος δὲ πορεύεται μεθ' ἑταίρων εἰκοσιδύο τὸν ἀριθμὸν πρὸς Κίρκην.
<apollod. epit. Epitome.E.7.15> καλούσης δὲ αὐτῆς χωρὶς Εὐρυλόχου πάντες εἰσίασιν. ἡ δ' ἑκάστῳ κυκεῶνα πλήσασα τυροῦ καὶ μέλιτος καὶ ἀλφίτων καὶ οἴνου δίδωσι, μίξασα φαρμάκῳ. πιόντων δὲ αὐτῶν, ἐφαπτομένη ῥάβδῳ τὰς μορφὰς ἠλλοίου, καὶ τοὺς μὲν ἐποίει λύκους, τοὺς δὲ σῦς, τοὺς δὲ ὄνους, τοὺς δὲ λέοντας.
<apollod. epit. Epitome.E.7.16> Εὐρύλοχος δὲ ἰδὼν ταῦτα ̓Οδυσσεῖ ἀπαγγέλλει. ὁ δὲ λαβὼν μῶλυ παρὰ ̔Ερμοῦ πρὸς Κίρκην ἔρχεται, καὶ βαλὼν εἰς τὰ φάρμακα τὸ μῶλυ μόνος πιὼν οὐ φαρμάσσεται: σπασάμενος δὲ τὸ ξίφος ἤθελε Κίρκην ἀποκτεῖναι. ἡ δὲ τὴν ὀργὴν παύσασα τοὺς ἑταίρους ἀποκαθίστησι. καὶ λαβὼν ὅρκους ̓Οδυσσεὺς παρ' αὐτῆς μηδὲν ἀδικηθῆναι συνευνάζεται, καὶ γίνεται αὐτῷ παῖς Τηλέγονος.
<apollod. epit. Epitome.E.7.17> ἐνιαυτὸν δὲ μείνας ἐκεῖ, πλεύσας τὸν ̓Ωκεανόν, σφάγια ταῖς ψυχαῖς ποιησάμενος μαντεύεται παρὰ Τειρεσίου, Κίρκης ὑποθεμένης, καὶ θεωρεῖ τάς τε τῶν ἡρώων ψυχὰς καὶ τῶν ἡρωί̈δων. βλέπει δὲ καὶ τὴν μητέρα ̓Αντίκλειαν καὶ ̓Ελπήνορα, ὃς ἐν τοῖς Κίρκης πεσὼν ἐτελεύτησε.
<apollod. epit. Epitome.E.7.18> παραγενόμενος δὲ πρὸς Κίρκην ὑπ' ἐκείνης προπεμφθεὶς ἀνήχθη, καὶ τὴν νῆσον παρέπλει τῶν Σειρήνων. αἱ δὲ Σειρῆνες ἦσαν ̓Αχελῴου καὶ Μελπομένης μιᾶς τῶν Μουσῶν θυγατέρες, Πεισινόη ̓Αγλαόπη Θελξιέπεια. τούτων ἡ μὲν ἐκιθάριζεν, ἡ δὲ ᾖδεν, ἡ δὲ ηὔλει, καὶ διὰ τούτων ἔπειθον καταμένειν τοὺς παραπλέοντας.
<apollod. epit. Epitome.E.7.19> εἶχον δὲ ἀπὸ τῶν μηρῶν ὀρνίθων μορφάς. ταύτας παραπλέων ̓Οδυσσεύς, τῆς ᾠδῆς βουλόμενος ὑπακοῦσαι, Κίρκης ὑποθεμένης τῶν μὲν ἑταίρων τὰ ὦτα ἔβυσε κηρῷ, ἑαυτὸν δὲ ἐκέλευσε προσδεθῆναι τῷ ἱστῷ. πειθόμενος δὲ ὑπὸ τῶν Σειρήνων καταμένειν ἠξίου λυθῆναι, οἱ δὲ μᾶλλον αὐτὸν ἐδέσμευον, καὶ οὕτω παρέπλει. ἦν δὲ αὐταῖς Σειρῆσι λόγιον τελευτῆσαι νεὼς παρελθούσης. αἱ μὲν οὖν ἐτελεύτων.
<apollod. epit. Epitome.E.7.20> μετὰ δὲ τοῦτο παραγίνεται ἐπὶ δισσὰς ὁδούς. ἔνθεν μὲν ἦσαν αἱ Πλαγκταὶ πέτραι, ἔνθεν δὲ ὑπερμεγέθεις σκόπελοι δύο. ἦν δὲ ἐν μὲν θατέρῳ Σκύλλα, Κραταιίδος θυγάτηρ καὶ † Τριήνου ἢ Φόρκου, πρόσωπον ἔχουσα καὶ στέρνα γυναικός, ἐκ λαγόνων δὲ κεφαλὰς ἓξ καὶ δώδεκα πόδας κυνῶν.
<apollod. epit. Epitome.E.7.21> ἐν δὲ θατέρῳ τῷ σκοπέλῳ ἦν Χάρυβδις, ἣ τῆς ἡμέρας τρὶς ἀνασπῶσα τὸ ὕδωρ πάλιν ἀνίει. ὑποθεμένης δὲ Κίρκης, τὸν μὲν παρὰ τὰς Πλαγκτὰς πλοῦν ἐφυλάξατο, παρὰ δὲ τὸν τῆς Σκύλλης σκόπελον πλέων ἐπὶ τῆς πρύμνης ἔστη καθωπλισμένος. ἐπιφανεῖσα δὲ ἡ Σκύλλα ἓξ ἑταίρους ἁρπάσασα τούτους κατεβίβρωσκεν.
<apollod. epit. Epitome.E.7.22> ἐκεῖθεν δὲ ἐλθὼν εἰς Θρινακίαν νῆσον οὖσαν ̔Ηλίου, ἔνθα βόες ἐβόσκοντο, καὶ ἀπλοίᾳ κατασχεθεὶς ἔμεινεν αὐτοῦ. τῶν δὲ ἑταίρων σφαξάντων ἐκ τῶν βοῶν καὶ θοινησαμένων, λειφθέντων τροφῆς, ̔́Ηλιος ἐμήνυσε Διί. καὶ ἀναχθέντα κεραυνῷ ἔβαλε.
<apollod. epit. Epitome.E.7.23> λυθείσης δὲ τῆς νεὼς ̓Οδυσσεὺς τὸν ἱστὸν κατασχὼν παραγίνεται εἰς τὴν Χάρυβδιν. τῆς δὲ Χαρύβδεως καταπινούσης τὸν ἱστόν, ἐπιλαβόμενος ὑπερπεφυκότος ἐρινεοῦ περιέμεινε. καὶ πάλιν ἀνεθέντα τὸν ἱστὸν θεωρήσας, ἐπὶ τοῦτον ῥίψας εἰς ̓Ωγυγίαν νῆσον διεκομίσθη.
<apollod. epit. Epitome.E.7.24> ἐκεῖ δὲ ἀποδέχεται Καλυψὼ θυγάτηρ ̓́Ατλαντος, καὶ συνευνασθεῖσα γεννᾷ παῖδα Λατῖνον. μένει δὲ παρ' αὐτῇ πενταετίαν, καὶ σχεδίαν ποιήσας ἀποπλεῖ. ταύτης δὲ ἐν τῷ πελάγει διαλυθείσης ὀργῇ Ποσειδῶνος, γυμνὸς πρὸς Φαίακας ἐκβράσσεται.
<apollod. epit. Epitome.E.7.25> Ναυσικάα δέ, ἡ τοῦ βασιλέως θυγάτηρ ̓Αλκινόου, πλύνουσα τὴν ἐσθῆτα ἱκετεύσαντα αὐτὸν ἄγει πρὸς ̓Αλκίνοον, ὃς αὐτὸν ξενίζει καὶ δῶρα δοὺς μετὰ πομπῆς αὐτὸν εἰς τὴν πατρίδα ἐξέπεμψε. Ποσειδῶν δὲ Φαίαξι μηνίσας τὴν μὲν ναῦν ἀπελίθωσε, τὴν δὲ πόλιν ὄρει περικαλύπτει.
<apollod. epit. Epitome.E.7.26> ̓Οδυσσεὺς δὲ παραγενόμενος εἰς τὴν πατρίδα εὑρίσκει τὸν οἶκον διεφθαρμένον: νομίσαντες γὰρ αὐτὸν τεθνάναι Πηνελόπην ἐμνῶντο ἐκ Δουλιχίου μὲν νζ:
<apollod. epit. Epitome.E.7.27> ̓Αμφίνομος Θόας Δημοπτόλεμος ̓Αμφίμαχος Εὐρύαλος, Πάραλος Εὐηνορίδης Κλυτίος ̓Αγήνωρ Εὐρύπυλος, Πυλαιμένης ̓Ακάμας Θερσίλοχος ̔́Αγιος Κλύμενος, Φιλόδημος Μενεπτόλεμος Δαμάστωρ Βίας Τέλμιος, Πολύιδος ̓Αστύλοχος Σχεδίος ̓Αντίγονος Μάρψιος, ̓Ιφιδάμας ̓Αργεῖος Γλαῦκος Καλυδωνεὺς ̓Εχίων, Λάμας ̓Ανδραίμων ̓Αγέρωχος Μέδων ̓́Αγριος, Πρόμος Κτήσιος ̓Ακαρνάν Κύκνος Ψηρᾶς, ̔Ελλάνικος Περίφρων Μεγασθένης Θρασυμήδης ̓Ορμένιος, Διοπίθης Μηκιστεὺς ̓Αντίμαχος Πτολεμαῖος Λεστορίδης, Νικόμαχος Πολυποίτης Κεραός.
<apollod. epit. Epitome.E.7.28> ἐκ δὲ Σάμης κγ: ̓Αγέλαος Πείσανδρος ̓́Ελατος Κτήσιππος ̔Ιππόδοχος, Εὐρύστρατος ̓Αρχέμολος ̓́Ιθακος Πεισήνωρ ̔Υπερήνωρ, Φεροίτης ̓Αντισθένης Κέρβερος Περιμήδης Κῦννος, Θρίασος ̓Ετεωνεὺς Κλυτίος Πρόθοος Λύκαιθος, Εὔμηλος ̓́Ιτανος Λύαμμος.
<apollod. epit. Epitome.E.7.29> ἐκ δὲ Ζακύνθου μδ: Εὐρύλοχος Λαομήδης Μόλεβος Φρένιος ̓́Ινδιος, Μίνις Λειώκριτος Πρόνομος Νίσας Δαήμων, ̓Αρχέστρατος ̔Ιππόμαχος Εὐρύαλος Περίαλλος Εὐηνορίδης, Κλυτίος ̓Αγήνωρ Πόλυβος Πολύδωρος Θαδύτιος, Στράτιος Φρένιος ̓́Ινδιος Δαισήνωρ Λαομέδων, Λαόδικος ̔́Αλιος Μάγνης ̓Ολοίτροχος Βάρθας, Θεόφρων Νισσαῖος ̓Αλκάροψ Περικλύμενος ̓Αντήνωρ, Πέλλας Κέλτος Περίφας ̓́Ορμενος Πόλυβος, ̓Ανδρομήδης.
<apollod. epit. Epitome.E.7.30> ἐκ δὲ αὐτῆς ̓Ιθάκης ἦσαν οἱ μνηστευόμενοι ιβ οἵδε: ̓Αντίνοος Πρόνοος Λειώδης Εὐρύνομος ̓Αμφίμαχος, ̓Αμφίαλος Πρόμαχος ̓Αμφιμέδων ̓Αρίστρατος ̔́Ελενος, Δουλιχιεὺς Κτήσιππος.
<apollod. epit. Epitome.E.7.31> οὗτοι πορευόμενοι εἰς τὰ βασίλεια δαπανῶντες τὰς ̓Οδυσσέως ἀγέλας εὐωχοῦντο. Πηνελόπη δὲ ἀναγκαζομένη τὸν γάμον ὑπέσχετο ὅτε τὸ ἐντάφιον Λαέρτῃ πέρας ἕξει, καὶ τοῦτο ὕφηνεν ἐπὶ ἔτη τρία, μεθ' ἡμέραν μὲν ὑφαίνουσα, νύκτωρ δὲ ἀναλύουσα. τοῦτον τὸν τρόπον ἐξηπατῶντο οἱ μνηστῆρες ὑπὸ τῆς Πηνελόπης, μέχρις ὅτε ἐφωράθη.
<apollod. epit. Epitome.E.7.32> ̓Οδυσσεὺς δὲ μαθὼν τὰ κατὰ τὴν οἰκίαν, ὡς ἐπαίτης πρὸς Εὔμαιον οἰκέτην ἀφικνεῖται, καὶ Τηλεμάχῳ ἀναγνωρίζεται, καὶ παραγίνεται εἰς τὴν πόλιν. Μελάνθιος δὲ αὐτοῖς συντυχὼν ὁ αἰπόλος οἰκέτης ὑπάρχων ἀτιμάζει. παραγενόμενος δὲ εἰς τὰ βασίλεια τοὺς μνηστῆρας μετῄτει τροφήν, καὶ εὑρὼν μεταίτην ̓͂Ιρον καλούμενον διαπαλαίει αὐτῷ. Εὐμαίῳ δὲ μηνύσας ἑαυτὸν καὶ Φιλοιτίῳ, μετὰ τούτων καὶ Τηλεμάχου τοῖς μνηστῆρσιν ἐπιβουλεύει.
<apollod. epit. Epitome.E.7.33> Πηνελόπη δὲ τοῖς μνηστῆρσι τίθησιν ̓Οδυσσέως τόξον, ὃ παρὰ ̓Ιφίτου ποτὲ ἔλαβε, καὶ τῷ τοῦτο τείναντί φησι συνοικήσειν. μηδενὸς δὲ τεῖναι δυναμένου, δεξάμενος ̓Οδυσσεὺς τοὺς μνηστῆρας κατετόξευσε σὺν Εὐμαίῳ καὶ Φιλοιτίῳ καὶ Τηλεμάχῳ. ἀνεῖλε δὲ καὶ Μελάνθιον καὶ τὰς συνευναζομένας τοῖς μνηστῆρσι θεραπαίνας, καὶ τῇ γυναικὶ καὶ τῷ πατρὶ ἀναγνωρίζεται.
<apollod. epit. Epitome.E.7.34> θύσας δὲ ̔́Αιδῃ καὶ Περσεφόνῃ καὶ Τειρεσίᾳ, πεζῇ διὰ τῆς ̓Ηπείρου βαδίζων εἰς Θεσπρωτοὺς παραγίνεται καὶ κατὰ τὰς Τειρεσίου μαντείας θυσιάσας ἐξιλάσκεται Ποσειδῶνα. ἡ δὲ βασιλεύουσα τότε Θεσπρωτῶν Καλλιδίκη καταμένειν αὐτὸν ἠξίου τὴν βασιλείαν αὐτῷ δοῦσα.
<apollod. epit. Epitome.E.7.35> καὶ συνελθοῦσα αὐτῷ γεννᾷ Πολυποίτην. γήμας δὲ Καλλιδίκην Θεσπρωτῶν ἐβασίλευσε καὶ μάχῃ τῶν περιοίκων νικᾷ τοὺς ἐπιστρατεύσαντας. Καλλιδίκης δὲ ἀποθανούσης, τῷ παιδὶ τὴν βασιλείαν ἀποδιδοὺς εἰς ̓Ιθάκην παραγίνεται, καὶ εὑρίσκει ἐκ Πηνελόπης Πολιπόρθην αὐτῷ γεγεννημένον.
<apollod. epit. Epitome.E.7.36> Τηλέγονος δὲ παρὰ Κίρκης μαθὼν ὅτι παῖς ̓Οδυσσέως ἐστίν, ἐπὶ τὴν τούτου ζήτησιν ἐκπλεῖ. παραγενόμενος δὲ εἰς ̓Ιθάκην τὴν νῆσον ἀπελαύνει τινὰ τῶν βοσκημάτων, καὶ ̓Οδυσσέα βοηθοῦντα τῷ μετὰ χεῖρας δόρατι Τηλέγονος τρυγόνος κέντρον τὴν αἰχμὴν ἔχοντι τιτρώσκει, καὶ ̓Οδυσσεὺς θνήσκει.
<apollod. epit. Epitome.E.7.37> ἀναγνωρισάμενος δὲ αὐτὸν καὶ πολλὰ κατοδυράμενος, τὸν νεκρὸν καὶ τὴν Πηνελόπην πρὸς Κίρκην ἄγει, κἀκεῖ τὴν Πηνελόπην γαμεῖ. Κίρκη δὲ ἑκατέρους αὐτοὺς εἰς Μακάρων νήσους ἀποστέλλει.
<apollod. epit. Epitome.E.7.38> τινὲς δὲ Πηνελόπην ὑπὸ ̓Αντινόου φθαρεῖσαν λέγουσιν ὑπὸ ̓Οδυσσέως πρὸς τὸν πατέρα ̓Ικάριον ἀποσταλῆναι, γενομένην δὲ τῆς ̓Αρκαδίας κατὰ Μαντίνειαν ἐξ ̔Ερμοῦ τεκεῖν Πᾶνα:
<apollod. epit. Epitome.E.7.39> ἄλλοι δὲ δι' ̓Αμφίνομον ὑπὸ ̓Οδυσσέως αὐτοῦ τελευτῆσαι: διαφθαρῆναι γὰρ αὐτὴν ὑπὸ τούτου λέγουσιν.
<apollod. epit. Epitome.E.7.40> εἰσὶ δὲ οἱ λέγοντες ἐγκαλούμενον ̓Οδυσσέα ὑπὸ τῶν οἰκείων ὑπὲρ τῶν ἀπολωλότων δικαστὴν Νεοπτόλεμον λαβεῖν τὸν βασιλεύοντα τῶν κατὰ τὴν ̓́Ηπειρον νήσων, τοῦτον δέ, νομίσαντα ἐκποδὼν ̓Οδυσσέως γενομένου Κεφαλληνίαν καθέξειν, κατακρῖναι φυγὴν αὐτοῦ, ̓Οδυσσέα δὲ εἰς Αἰτωλίαν πρὸς Θόαντα τὸν ̓Ανδραίμονος παραγενόμενον τὴν τούτου θυγατέρα γῆμαι, καὶ καταλιπόντα παῖδα Λεοντοφόνον ἐκ ταύτης γηραιὸν τελευτῆσαι.