forked from cltk/grc_text_tesserae
-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathbion_of_phlossa.epitaphius.tess
98 lines (98 loc) · 11.3 KB
/
bion_of_phlossa.epitaphius.tess
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
<bion. epit. 1> Αἰάζω τὸν ̓́Αδωνιν: “ἀπώλετο καλὸς ̓́Αδωνις:”
<bion. epit. 2> “ὤλετο καλὸς ̓́Αδωνις” ἐπαιάζουσιν ̓́Ερωτες.
<bion. epit. 3> μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε:
<bion. epit. 4> ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησον
<bion. epit. 5> στήθεα καὶ λέγε πᾶσιν “ἀπώλετο καλὸς ̓́Αδωνις.”
<bion. epit. 6> αἰάζω τὸν ̓́Αδωνιν: ἐπαιάζουσιν ̓́Ερωτες.
<bion. epit. 7> κεῖται καλὸς ̓́Αδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι,
<bion. epit. 8> λευκῷ λευκὸν ὀδόντι τυπείς, καὶ Κύπριν ἀνιῇ
<bion. epit. 9> λεπτὸν ἀποψύχων: τὸ δέ οἱ μέλαν εἴβεται αἷμα
<bion. epit. 10> χιονέας κατὰ σαρκός, ὑπ̓ ὀφρύσι δ̓ ὄμματα ναρκῇ,
<bion. epit. 11> καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος: ἀμφὶ δὲ τήνῳ
<bion. epit. 12> θνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει.
<bion. epit. 13> Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει,
<bion. epit. 14> ἀλλ̓ οὐκ οἶδεν ̓́Αδωνις, ὅ νιν θνᾴσκοντ̓ ἐφίλησεν.
<bion. epit. 15> αἰάζω τὸν ̓́Αδωνιν: ἐπαιάζουσιν ̓́Ερωτες.
<bion. epit. 16> ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν ̓́Αδωνις:
<bion. epit. 17> μεῖζον δ̓ ἁ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος.
<bion. epit. 18> τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο
<bion. epit. 19> καὶ Νύμφαι κλαίουσιν ὀρειάδες: ἁ δ̓ ̓Αφροδίτα
<bion. epit. 20> λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται
<bion. epit. 21> πενθαλέα νήπλεκτος ἀσάνδαλος: αἱ δὲ βάτοι νιν
<bion. epit. 22> ἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται:
<bion. epit. 23> ὀξὺ δὲ κωκύουσα δἰ ἄγκεα μακρὰ φορεῖται
<bion. epit. 24> ̓Ασσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα.
<bion. epit. 25> ἀμφὶ δέ νιν μέλαν αἷμα παῤ ὀμφαλὸν ᾀωρεῖτο,
<bion. epit. 26> στήθεα δ̓ ἐκ μηρῶν φοινίσσετο, τοὶ δ̓ ὑπὸ μαζοὶ
<bion. epit. 27> χιόνεοι τὸ πάροιθεν ̓Αδώνιδι πορφύροντο.
<bion. epit. 28> “αἰαῖ τὰν Κυθέρειαν” ἐπαιάζουσιν ̓́Ερωτες.
<bion. epit. 29> ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος.
<bion. epit. 30> Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν ̓́Αδωνις:
<bion. epit. 31> κάτθανε δ̓ ἁ μορφὰ σὺν ̓Αδώνιδι. “τὰν Κύπριν αἰαῖ”
<bion. epit. 32> ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες “αἲ τὸν ̓́Αδωνιν.”
<bion. epit. 33> καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς ̓Αφροδίτας,
<bion. epit. 34> καὶ παγαὶ τὸν ̓́Αδωνιν ἐν ὤρεσι δακρύοντι,
<bion. epit. 35> ἄνθεα δ̓ ἐξ ὀδύνας ἐρυθαίνεται: ἁ δὲ Κυθήρα
<bion. epit. 36> πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει
<bion. epit. 37> “αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς ̓́Αδωνις.”
<bion. epit. 38> ̓Αχὼ δ̓ ἀντεβόασεν “ἀπώλετο καλὸς ̓́Αδωνις.”
<bion. epit. 39> Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
<bion. epit. 40> ὡς ἴδεν, ὡς ἐνόησεν ̓Αδώνιδος ἄσχετον ἕλκος,
<bion. epit. 41> ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
<bion. epit. 42> πάχεας ἀμπετάσασα κινύρετο: “μεῖνον ̓́Αδωνι,
<bion. epit. 43> δύσποτμε μεῖνον ̓́Αδωνι, πανύστατον ὥς σε κιχείω,
<bion. epit. 44> ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.
<bion. epit. 45> ἔγρεο τυτθὸν ̓́Αδωνι, τὸ δ̓ αὖ πύματόν με φίλησον,
<bion. epit. 46> τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα,
<bion. epit. 47> ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ
<bion. epit. 48> πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω,
<bion. epit. 49> ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω
<bion. epit. 50> ὡς αὐτὸν τὸν ̓́Αδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις,
<bion. epit. 51> φεύγεις μακρὸν ̓́Αδωνι, καὶ ἔρχεαι εἰς ̓Αχέροντα
<bion. epit. 52> πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαινα
<bion. epit. 53> ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.
<bion. epit. 54> λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν: ἐσσὶ γὰρ αὐτὰ
<bion. epit. 55> πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ:
<bion. epit. 56> ἐμμὶ δ̓ ἐγὼ πανάποτμος, ἔχω δ̓ ἀκόρεστον ἀνίαν,
<bion. epit. 57> καὶ κλαίω τὸν ̓́Αδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι.
<bion. epit. 58> θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,
<bion. epit. 59> χήρα δ̓ ἁ Κυθέρεια, κενοὶ δ̓ ἀνὰ δώματ̓ ̓́Ερωτες.
<bion. epit. 60> σοὶ δ̓ ἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις;
<bion. epit. 61> καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;”
<bion. epit. 62> ὧδ̓ ὀλοφύρατο Κύπρις: ἐπαιάζουσιν ̓́Ερωτες
<bion. epit. 63> “αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς ̓́Αδωνις.”
<bion. epit. 64> δάκρυον ἁ Παφία τόσσον χέει, ὅσσον ̓́Αδωνις
<bion. epit. 65> αἷμα χέει: τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη.
<bion. epit. 66> αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.
<bion. epit. 67> αἰάζω τὸν ̓́Αδωνιν, ἀπώλετο καλὸς ̓́Αδωνις.
<bion. epit. 68> μηκέτ̓ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.
<bion. epit. 69> οὐκ ἀγαθὰ στιβάς ἐστιν ̓Αδώνιδι φυλλὰς ἐρήμα:
<bion. epit. 70> λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς ̓́Αδωνις.
<bion. epit. 71> καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
<bion. epit. 72> κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν,
<bion. epit. 73> ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει
<bion. epit. 74> παγχρυσέῳ κλιντῆρι: ποθεῖ καὶ στυμνὸν ̓́Αδωνιν.
<bion. epit. 75> βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι: πάντα σὺν αὐτῷ,
<bion. epit. 76> ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
<bion. epit. 77> ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν:
<bion. epit. 78> ὀλλύσθω μύρα πάντα: τὸ σὸν μύρον ὤλετ̓ ̓́Αδωνις.
<bion. epit. 79> κέκλιται ἁβρὸς ̓́Αδωνις ἐν εἵμασι πορφυρέοισιν:
<bion. epit. 80> ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν ̓́Ερωτες
<bion. epit. 81> κειράμενοι χαίτας ἐπ̓ ̓Αδώνιδι: χὢ μὲν ὀϊστώς,
<bion. epit. 82> ὃς δ̓ ἐπὶ τόξον ἔβαλλεν, ὃ δὲ πτερόν, ὃς δὲ φαρέτραν:
<bion. epit. 83> χὢ μὲν ἔλυσε πέδιλον ̓Αδώνιδος, οἳ δὲ λέβητι
<bion. epit. 84> χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει,
<bion. epit. 85> ὃς δ̓ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν ̓́Αδωνιν.
<bion. epit. 86> “αἰαῖ τὰν Κυθέρειαν” ἐπαιάζουσιν ̓́Ερωτες.
<bion. epit. 87> ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς ̔Υμέναιος,
<bion. epit. 88> καὶ στέφος ἐξεπέτασσε γαμήλιον: οὐκέτι δ̓ ̔Υμήν,
<bion. epit. 89> ̔Υμὴν οὐκέτ̓ ἀείδει ἑὸν μέλος, ἀλλ̓ ἐπαείδει
<bion. epit. 90> “αἰαῖ” καὶ “τὸν ̓́Αδωνιν” ἔτι πλέον ἢ ̔Υμέναιον.
<bion. epit. 91> αἱ Χάριτες κλαίοντι τὸν υἱέα τῶ Κινύραο,
<bion. epit. 92> “ὤλετο καλὸς ̓́Αδωνις” ἐν ἀλλάλαισι λέγουσαι.
<bion. epit. 93> “αἰαῖ” δ̓ ὀξὺ λέγοντι πολὺ πλέον ἢ Παιῶνα.
<bion. epit. 94> χαἰ Μοῖραι τὸν ̓́Αδωνιν ἀνακλείουσιν “̓́Αδωνιν,”
<bion. epit. 95> καί νιν ἐπαείδουσιν: ὃ δέ σφισιν οὐχ ὑπακούει:
<bion. epit. 96> οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.
<bion. epit. 97> λῆγε γόων Κυθέρεια τὸ σάμερον, ἴσχεο κομμῶν:
<bion. epit. 98> δεῖ σε πάλιν κλαῦσαι, πάλιν εἰς ἔτος ἄλλο δακρῦσαι.